TM 10524
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.col.7.170
1 Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου2 παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. ὧν ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου
3 διασημοτάτῳ ἡγεμόνι τῆς Ἡρκουλίας Αἰγύπτου Οὐαλερίῳ Ζίπερι μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγαλείου αὐτοῦ ὑπογραφῆς τὸ
4 ἀντίγραφον ἑξῆς ὑποτάξας ἐπιδίδωμί σοι, ἀξιῶν τούτων τὸ ἶσον ἐπισταλῆναι τοῖς αἰτιαθεῖσιν ὑπʼ ἐμοῦ Τώμει καὶ
5 Δημητρίῳ ἀπὸ τῆς αὐτῆς κώμης, ἵνʼ εἰδῶσι τὰ κεκελευσμένα καὶ προσεδρεύσωσιν τῷ σῷ δικαστηρίῳ ἄχρι ἂν τὰ
6 μεταξὺ ἡμῶν πέρατος τύχῃ. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ
7 ἐπιφανεστάτου Καίσαρος τὸ α, Ἐπεὶφ κβ. ἔστι δέ · Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας
8 Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν
9 Φαμενὼθ μῆνα τῆς Σαβείνου καὶ Ῥουφίνου ὑπατείας, ἡγεμὼν, δέσποτα, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς
10 Ἀμμωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρείᾳ γενόμενοι ηὐχρηστήθησαν παρʼ ἐμοῦ σίτου ἀρτάβας τριάκοντα
11 δύο καὶ φασήλου ἀρτάβας δεκαοκτὼ καὶ γραμματεῖά μοι τούτων ἔθεντο ἐπὶ ὑποθήκῃ βοϊκῶν
12 τετραπόδων τριῶν. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁ τούτων πενθερὸς Τῶμις ὁμολογίας γραμματεῖόν μοι ἔθετο
13 διʼ ἧς τὴν ἀναδοχὴν τῶν βοῶν πεποίηται ἐφʼ ᾧτε ἐὰν μὴ εἴσω τοῦ Παῦνι μηνὸς τὴν τῶν
14 ὀσπρέων παράδωσίν μοι ποιήσωνται δηλαδὴ τὴν τῶν βοῶν ἔχειν με δεσποτείαν τοῖς γραμματίοις
15 ἀκολούθως. ἐπεὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθε τὸν βίον καὶ Ἀμμωνιανὸς ἐν ἀναχωρήσει τυγχάνει,
16 ὅ τε προκείμενος Τῶμις καὶ ὁ τούτου ἀδελφὸς Δημήτριος ἀνὴρ τυγχάνων τῆς τῶν ὑποχρέων μου
17 ἀδελφῆς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων καταλιφθέντων — βοϊκῶν δὴ λέγω ὀκτὼ καὶ
18 οἰκοπέδων καὶ τῶν ἄλλων — ἐνκρατεῖς ἐγένοντο, ἐμοὶ μηδὲν παρασχόμενοι μήτε τὰ ὄσπρεα μήτε
19 τὰ βοϊκὰ τετράποδα τοσούτου χρόνου διαγενομένου, καταφρονοῦντές μου, τούτου
20 ἕνεκεν καταλαμβάνω τὴν σὴν ἀνδρείαν δεόμενος καὶ παρακαλῶν ὅπως εἴ σοι δόξειε κελεῦσαι διʼ οὗ ἐὰν
21 δοκιμάσῃς ἐπαναγκασθῆναι τοὺς ἀντιτεταγμένους ἢ τὰ ὄσπρεα ἀποδοῦναι ἢ τὴν τῶν βοῶν τριῶν
22 ἀποκατάστασίν μοι ποιήσασθαι τοῖς γραμματίοις ἀκολούθως, καὶ χάριτάς σοι ὁμολογεῖν. διευτύχει.
23 Φαρμοῦθι ιη. ὁ πραιπόσιτος τοῦ πάγου διαγνοὺς μεταξὺ ὑμῶν τὴν προσήκουσάν σοι
24 βοήθειαν ἐπὶ τοῖς χρεωστουμένοις παρέξει. κόλλημα ξη Αὐρήλιος Ἰσίδωρος
25 ἐπιδέδωκα. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.
Display options
Text:
- semi-regularized text without diacritics (add)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)