TM 10766
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.fam.tebt.9
1 ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρ̣ος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμαν(ικοῦ)2 Δακικοῦ μηνὸ̣ς Νέου Σεβαστοῦ κε ἐν Τεβτύνει τῆς Πολέμονος μερίδος
3 τοῦ Ἀρσι[ν]ο̣είτου νομοῦ. ὁμολογο[ῦσ]ι Ἡρακλείδης ὡς ἐτῶν εἴκοσι ἑπτὰ
4 οὐλ̣ηι* μ[ε]τόπωι* ἐξ ἀρισ̣τερῶν καὶ Ἀπία ἡ καὶ Ἡράκλεια ὡς ἐτῶν τριάκοντα ὀκτὼ
5 ἄση[μος] ἀμφότεροι Διδύμου προσβυτέρου* τοῦ Ἡρώδου, ἡ Ἀπία μετὰ κυρίου̣
6 το̣[ῦ] [ἑ]αυτῆς ἀν̣δρὸ[ς] Διδύμου τοῦ Λ̣[υ]σιμά[χ]ου ὡς ἐτῶν τεσσεράκοντα
7 ἓξ ο̣ὐ̣ληι* μ̣ή̣λωι δ̣εξ[ι]ῶι οἱ δύο Θαήσ̣ι̣ Ψενκήβκιος τοῦ καὶ Κρονίωνος
8 τοῦ Μαρσισούχου ὡς ἐτῶν πεντήκοντα οὐληι* ἀντικνημίωι δεξιῶι ⸺
9 μετ̣ὰ̣ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Μαρεψήμιος τοῦ Μαρεψήμιος ὡς ἐτῶ(ν)
10 τριάκοντα ἓξ οὐληι* [ῥ]ινὶ μέσηι ἀπέχειν π̣[α]ρʼ αὐτῆς Θαήσιος διὰ χειρὸς
11 ἀργυρίο[υ] δ̣ραχμὰς̣ χειλείας* διακοσίας εἴκοσι τέσσαρος* καὶ τοὺς τόκους
12 ἃ ὤφιλεν* ἡ Θαῆ̣σ̣ις τῇ τῶν δύο Ἡρακλείδου καὶ Ἀπίας ἀδελφῆι Ἡρωδιαίνῃ
13 ἥτι̣ς̣ ἀ̣πήιτηισεν* κατὰ ἀσφάλειαν τετελειο̣μένην* διὰ τοῦ ἐν Θεογονίδι
14 γραφ̣[είο]υ̣ τῶι ὀγδόωι ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείωι ιϛ
15 ἣν καὶ ἀναδέδωκαν τῆι Θα̣ῆσι εἰς [ἀ]θετ̣ία̣ν* καὶ ἀκύρωσιν, καὶ μήτε
16 αὐτοὺ[ς] τοὺς δ̣[ύ]ο Ἡρακλείδην καὶ Ἀπίαν μ̣ή̣δ̣ετοὺς* παρʼ αὐτῶν ἐπελεύ-
17 σασθαι* ἐ̣π[ὶ] τὴ̣ν Θαῆσιν μήδε* ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ ὧν ἀπέσχη̣κ̣αν
18 καθότι πρόκ̣ειται μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος μέχρι τῆς ἐνεστ(ώσης)
19 ἡμέρας̣, μ̣ὴ̣ ἐ̣[λ]α̣ττουμένης τῆς τῶν δύο Ἡρακλείδου καὶ Ἀπίας
20 μητρὸ̣[ς] [Θαή]σ̣ι̣ος ὑπὲρ ὧ̣[ν] ὀφ̣ίλει* αὐτῆι ἡ Θαῆσις κατὰ ἀσφάλειαν ⸺
21 ἀργυρι[κῶν] κ̣εφαλαίων ἐφʼ οἷς περιέχει. ὑπογ(ραφεὺς) τῶν γυν[αι]κ(ῶν) ὁ ἑκα̣τ̣(έρας) κύριος.
22 Ἡρακλείδ̣η̣ς κ̣αὶ Ἀπία ἡ καὶ Ἡράκλεια Διδύμ̣ο̣υ̣ τ̣οῦ̣ [Ἡρώδο]υ, ἡ Ἀπ̣ί̣[α]
23 μετὰ κυρί̣ου τοῦ ἀν[δ]ρὸς Δ̣ιδύμου τοῦ [Λυσιμ]ά̣χ[ο]υ̣ [ὁμο]λ̣ο[γ]ο̣ῦ̣μ̣ε̣ν̣
24 ἀπέχειν παρὰ τῆς Θαηεως* τὰ τοῦ κ̣[εφαλαίου] [δ]ρ̣α[χμὰς] χει̣λ̣ί̣α̣ς̣*
25 διακοσίας [εἴκ]οσ[ι] [τέ]σ̣[σαρ]α̣ς̣ [καὶ] τοὺς̣ τ̣[όκους] [...]
26 τηι̣[....]
27 ην και ς[---]
28 μη ελ[---]
29 [--------------------]
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- with exclusive highlights of Formulae (omit)