TM 11214
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.gen.2.1.16_1
1 Ἰουλίῳ Ἰουλιανῷ ἑκατοντάρχῳ2 παρὰ Ἑριεῦτος Στοτοήτεως λαξοῦ καὶ Παβουκᾶτος Παβοῦτος καὶ Ἑριέως Πακύσεως
3 καὶ Ἀπύγχεως Ὡρίωνος καὶ Ἐσούρεως Παουιτῆτος καὶ Δημᾶ Δημᾶ καὶ Ὀρσενούφεως
4 Ἑριέως καὶ Πετεσούχου Σώτου καὶ Ὥρου μητρὸς Θαϊσᾶτος καὶ Σωτηρίχου ἀπάτορος μητρὸς
5 Θαήσεως καὶ Τεικᾶ Πακύσεως καὶ Πατῆτος Σαταβοῦτος καὶ Παβοῦτος Παβοῦτος καὶ
6 Κάννιτος Πατῆτος καὶ Σώστου Παβοῦτος καὶ Πάϊτος Σαταβοῦτος καὶ Πακύσιος Ψενήσιος
7 καὶ Ἀπύγχεως Ἀπύγχεως καὶ Ἀβοῦτος Σαταβοῦτος καὶ Πακύσεως Ἑριέως καὶ Ποῦσι
8 Ματάϊτος καὶ Πακύσεως Ἀπύγχεως καὶ Σαταβοῦτος Πακύσεως καὶ Ἀεῖτος
9 Κάννητος καὶ Μέλανος Ἀρήυτος, πάντων ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς
10 Ἡρακλείδου μερίδος. δέησίν σοι προσφέρομεν, κύριε, χρῄζουσαν τῆς σῆς
11 ἐκδικίας ἥτις ἔχει τὸν τρόπον τοῦτον · ἔστιν παρʼ ἡμῖν αἰγιαλὸς
12 ἀναγραφόμενος περὶ τὴν ἡμετέραν κώμην, ὢν ἐν πλείσταις ἀρούραις · καὶ ὁπόταν ἡ
13 τοιαύτη γῆ ἀποκαλυφθῇ, μισθοῦται καὶ σπείρεται κατὰ τὴν συνήθειαν
14 ἐκφορίου κατʼ ἄρουραν, καὶ τοῦτο μετρεῖται τῷ ἱερωτάτῳ ταμιείῳ, καὶ διὰ αὐτὸ
15 τοῦτο τὸ μέρος πάντα τὰ ὑποστέλλοντα τῇ κώμῃ πάμπολλα ὄντα
16 ἀποδίδοται ἕνεκα τοῦ μὴ ἔχειν τὴν κώμην μήτε ἰδιωτικὴν
17 γῆν μήτε βασιλικὴν μηδὲ ἄλλην ἰδέαν. ἀλλὰ ὑπὲρ τοῦ πάντας
18 δυνηθῆναι ἐν τῇ ἰδίᾳ συμμένειν, μάλιστα τοῦ λαμπροτάτου
p.gen.2.1.16_2
19 ἡγεμόνος Σουβατιανοῦ Ἀκύλα κελεύσαντος20 πάντας τοὺς ἐπὶ ξένης ὄντας κατεισελθεῖν εἰς τὴν ἰδίαν
21 ἐχομένους τῶν συνηθῶν ἔργων, ἐπεὶ οὖν Ὀρσενοῦφις
22 Στοτοήτεως καὶ οἱ τούτου ἀδελφοὶ ὄντες τὸν ἀριθμὸν
23 πέντε ἐπῆλθαν ἡμῖν κωλύοντες τοῦ μὴ σπείρειν τὴν
24 τοιαύτην γῆν, ἀναγκαίως ἐπιδίδομεν ἀξιοῦντες,
25 ἐάν σοι δόξῃ, κελεῦσαι αὐτοὺς ἀχθῆναι ἐπὶ σὲ λόγον
26 ἀποδώσοντας περὶ τούτου. διευτύχει.
27 ἔτους ιϛ Φαῶφι ιδ.
Display options
Text:
- semi-regularized text without diacritics (add)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- with highlights of Gods (omit)
- with highlights of Text Irregularities (omit)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)