TM 11214
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.gen.2.1.16_1
1 Ἰου̣λ̣ίῳ Ἰουλιανῷ (ἑκατοντάρχῳ)2 π[αρὰ] Ἑ̣ρ̣ιεῦ̣τος Στοτοήτεως λαξοῦ καὶ Παβουκᾶτος Παβοῦτος̣ καὶ Ἑριέως Πακύσεως
3 κα[ὶ] [Ἀπ]ύ̣γχεως Ὡρίωνος καὶ \Ἐ/σούρεως Παουιτῆτος καὶ Δημᾶ Δημᾶ καὶ Ὀρσενούφεως
4 [Ἑριέ]ω̣[ς] καὶ Πετεσούχου Σώτου καὶ Ὥρου μητρὸς Θαϊσᾶτος καὶ Σωτηρίχου ἀπάτορος μητρὸς
5 Θα[ήσ]ε̣ως καὶ Τεικᾶ Πακύσεως καὶ Πατῆτος Σαταβοῦτος καὶ Παβοῦτος Παβοῦτος καὶ Κάννι-
6 το[ς] [Π]ατῆτος καὶ Σώστου Παβοῦτος καὶ Πάϊτος Σαταβοῦτος καὶ Πακύσιος Ψενήσιος
7 κα[ὶ] Ἀ̣πύγχεως Ἀπύγχεως καὶ Ἀβοῦτος Σαταβοῦτος καὶ Πακύσεως Ἑριέ̣ω̣ς καὶ Ποῦσι
8 Ματάϊτ̣ος καὶ Πακύ̣σεως Ἀπύγχεως καὶ Σαταβοῦτος Πακύσεως καὶ Ἀεῖτος Κάν-
9 ν̣ητ̣ο̣ς̣ καὶ Μέλανο<ς> Ἀρήυτος, πάντων ἀπὸ κώμης Σοκνοπαίου Νήσο̣υ̣ τῆς Ἡρα-
10 κ̣λ̣είδου μερίδος. δ̣έησίν σοι προσφέρομεν, κύριε, χρῄζουσαν τῆ̣ς̣ σ̣ῆς ἐγδι-
11 [κ]ί̣[α]ς* ἥτις ἔχει [τ]ὸν τρόπον τοῦτον · ἔστιν παρʼ ἡμῖν ⟦υμιν⟧ αἰγιαλὸς ἀναγραφόμε-
12 ν̣ο̣ς̣ [π]ερὶ τὴν ἡμετ̣[έ]ρ̣αν κώμην, ὂν* ⟦[.]⟧ ἐν πλείσταις ἀρούραις · καὶ ὁ̣π̣ό̣ταν ἡ τοι-
13 α[ύ]τη γῆ ἀποκαλυ[φθ]ῇ, μισθοῦται καὶ σπείρεται κατὰ τὴν συνήθε[ιαν] ἐ̣κφορί-
14 ο̣[υ] κατʼ ἄρουραν, κ[αὶ] τοῦτο μετρ<ε>ῖται τῷ ἱερωτάτῳ ταμιείῳ, καὶ δ̣ιὰ αὐτὸ ⟦αυτω⟧
15 τ[ο]ῦτο <τὸ> μέρος πάν[τ]α τὰ ὑποστέλλοντα τῇ κώμῃ πάμπολλα ὄντα ἀπο-
16 δ[ί]δ̣ο̣ται ἕνεκ̣[α] το̣ῦ μὴ ἔχ<ε>ιν τὴν κώμην μή⟦δ⟧τε ἰδιω̣τικὴν
17 γ̣ῆ̣ν̣ μή⟦δ⟧τε βασ[ιλ]ικὴν μηδὲ ἄλλην εἰδέαν*. ἀλλὰ ὑπὲρ το̣ῦ̣ πάντας
18 δ[υ]νηθῆναι ἐ̣[ν] τῇ ἰδίᾳ συμμέν<ε>ιν, μάλιστα τοῦ λαμπροτ̣ά̣του
p.gen.2.1.16_2
19 ἡγεμόνος Σουβατιανῶ* Ἀκύλα κελεύσαντος πάν-20 τας τοὺς ἀπο* ξένης ὄντας κατ̣<ε>ισελθεῖν εἰς τὴν ἰδίαν
21 ἐχομένους τῶν συνηθῶν ἔργων, ἐ[πεὶ] [οὖ]ν Ὀρσ[ε]ν̣ο̣[ῦ]φις
22 Στοτοήτεως καὶ τοι* τούτου ἀδελφοὶ ὄντες τὸν ἀριθμὸν̣
23 πέντε ἐπῆλθαν ἡμῖν κωλύοντες τοῦ μὴ σπείρ<ε>ιν τὴν
24 τοιαύτην γῆν, ἀναγκαίως ἐπιδίδο̣μ̣εν ἀξ̣ιοῦντες,
25 ἐάν σοι δόξῃ, κελεῦσαι αὐτοὺς ἀχθῆναι ἐπὶ σ̣ὲ λόγον
26 ἀποδώσοντας περὶ τούτου. δ[ι]ευτύχει.
27 (ἔτους) ιϛ Φαῶφι ιδ.
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- with highlights of Gods (omit)
- with highlights of Text Irregularities (omit)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)