TM 13056
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.sakaon.38
Αὐρηλίωι Ἀμμωνίωι τῶι διασημοτάτωι ἐπάρχωι αἰγύπτου παρὰ Αὐρηλίου Μέλανος Ἡρακλείδου ἀπὸ κώμης Θεαδελφίας τοῦ Ἀρσινοΐτου νομοῦ. τὰ παρανόμως καὶ ῥιψοκινδύνως ἐπὶ τῶν τόπων τολμώμενα, ἡγεμὼν δέσποτα, ὑφʼ οὐδενὸς ἄλλου ἀνακόπτεται εἰ μὴ ὑπὸ τῆς σῆς μισοπονήρου ἀνδρείας. μνηστευσαμένου μου τοίνυν ἡμετέρῳ υἱῷ Ζωΐλῳ τὴν τῆς θείας μου [......] τος θυγατέρα Ταεῦν τὸ ὄνομα ἐκ νηπίας ἡλικίας πρὸς γάμου κοινωνίαν, καὶ ἐν τῷ μεταξὺ τῆς μητρὸς [......]τος τετελευτηκυΐης καὶ τοῦ ἀνδρὸς αὐτῆς Σακαῶνος ἑτέρᾳ γυναικὶ κοινωνήσαντος τοῦ βίου Καμουτίῳ τὸ ὄνομα, λαβομένου τὴν αὐτὴν παῖδα ἀπὸ τῆς τῆς μητρὸς τελευτῆς ἐκηδόμην ἐν τοσούτῳ χρόνῳ καθάπερ ἰδίας θυγάτρος · καὶ ἵνα μὴ πολλὰ λέγω τοῦ γάμου, καλέσαντός μου φίλους τοὺς παῖδας συνέζευξα καὶ τὰ εἰωθότα ἅπαντα ἀπεπλήρωσα. ὁ τοίνυν Σακαῶν, ἐκ πιθανολογίας τῆς ἑαυτοῦ γυναικὸς Καμουτίου, βεβούληται τὸν γάμον ἐν συγχύσει ποιῆσαι, τὸν [..........] γεγενημένον, προφάσι ἕδνων, ὡς αὐτοῦ μὴ εἰληφότος · καὶ ἐκ τούτου ἁρπάξας τὴν κόρην φυλάσσει παρʼ αὐτῷ. ἐπεὶ τοίνυν ὁ αὐτός μου υἱὸς Ζωΐλος σιτολόγος τυγχάνει, πανερήμου οὔσης τῆς κώμης οὐκ ὀλίγην κατʼ ἔτος φορολογίαν τῷ ἱερωτάτῳ ταμιείῳ εἰσφέρει, καὶ ἐκ τούτου φοβούμενος μὴ φυγῇ χρήσηται ἐκ τῆς γεγενημένης κατʼ αὐτοῦ πλεονεξίας μηδενμελ[..........]το ἐπὶ τῶν τόπων, ἐνγράφως ἐμαρτυράμην διʼ ὧν ἐπέδωκα βιβλίων τῷ τοῦ πάγου πραιποσίτῳ Καστορίωνι, οὐ μὴν ἀλλὰ καὶ δημοσίᾳ τὰ αὐτὰ ἐμαρτυράμην πρὸς τὸ διὰ τῆς τοῦ λογιστοῦ πίστεως μηνυθῆναι τῇ σῇ ἀκαταφρονήτῳ ἀνδρίᾳ. μεσιτῶν δὲ εἰς τοῦτο γενομένων Ἀρσενίου υἱοῦ Κάστορος ἀπὸ κώμης Διονυσιάδος, καὶ Ἀπόλλωνος καὶ Ἀνοῦπ στρατιώτου [.........] ου πρίγκιπος τῶν ἐκεῖσε κάστρων, ἐφʼ ᾧτε αὐτὸν λαβεῖν παρʼ ἐμοῦ ἀργυρίου τάλαντα [......] καὶ τὴν παῖδα τῷ ἀνδρὶ ἀποκαταστῆσαι πρὸς τὸν γάμον — καὶ νὴ τὸ σὸν ευμ[....] τοῦτο ἐποίησα · δανεισάμενος παρὰ τοῦ ἐκεῖσε διακειμένου τριβούνου Ταξουμᾶ ἀπεκατέστησα τὸ ἀργύριον παρόντων τῶν αὐτῶν μαρτύρων, καθυπογράψαντος ἀντʼ ἐμοῦ τῷ δανείῳ τοῦ δεδηλωμένου Ἀρσενίου · αἰτήσαντος δʼ ἐμοῦ τὴν παῖδα εἰς ὑπέρθεσιν ἡμερῶν τὸ τοιοῦτο διέβαλλεν, ἕως ὅτου ἡ προθεσμία ἐξῆκεν — περιηχήθην δὲ ὡς τῆς Καμουτίου βουλομένης τὴν αὐτὴν γυναῖκα τοῦ Ζωΐλου δοῦναι πρὸς γάμου κοινωνίαν τῷ ἀδελφιδῇ ἑαυτῆς Σαρμάτῃ. εὐλαβῶς τε ἐμοῦ ἔχοντος, μὴ ἐκ τούτου πρόφασις ἐφόδου συμβῇ καὶ τὸν περὶ ψυχῆς ἀγῶνα ὁπότερον μέρος ἐκδέξηται, διὰ τοῦτο ἐδέησέν με περὶ τούτου ἀνενεγκεῖν εἰς τὴν σὴν γνῶσιν, ἀξιῶν προστάξαι σε διὰ ἱερᾶς σου ὑπογραφῆς προνοίᾳ οὗ ἐὰν δοκιμάσῃ σου τὸ μεγαλεῖον ἐπαναγκασθῆναι τὸν Σακαῶνα τὴν τοῦ υἱοῦ γαμετὴν ἀποκαταστῆσαι ἢ δηλονότι ἥκειν αὐτὸν εἰς τὸ σὸν ἄχραντον δικαστήριον καὶ διὰ παντὸς τῇ τύχῃ σου εὐχαριστήσω. διευτύχει. Αὐρήλιος Μέλας ἐπιδέδωκα. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. dominis nostris Constantino et Licinio Augustis consulibus II, XVI Kalendas Septembres, Μεσορὴ κδ. εἰ ἀρέσκεται τῇ πρὸς τὸν ἄνδρα συμβιώσει ἡ παῖς, αὐτὸ τοῦτο φανερὸν γενέσθω παρὰ τῷ λογιστῇ ἀκολούθως τοῖς νόμοις. κόλλημα κ ϛ τόμου.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)