TM 13541
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.tebt.2.385
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Μεσορὴ [.] ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐξέδοτο Τεφερσάεις Ἡρακλήου πρεσβυτέρου τοῦ [.....] ὡς ἐτῶν [.......] ἑπτὰ οὐλὴ τραχήλωι ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Ἡρακλήου ὡς ἐτῶν [..........] οὐλὴ [......]ι δεξιῶ τὸν ἑαυτῆς υἱὸν Κρονίωνα Κρονίωνος τοῦ Ἀρίου Ἥρωνι Ὀρσέως γερδίωι ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ μετώπῳ μέσωι ὥστε μαθεῖν αὐτὸν τὴν δηλουμένην γερδιακὴν τέχνην πᾶσαν ἐντελῆ ὡς καὶ αὐτὸςὁ Ἥρων ἐπισταται ἐφʼ ἔτη δύο ἀπὸ τῆς νεομηνίας τοῦ Σεβαστοῦ μηνὸς τοῦ εἰσιόντος πρώτου καὶ εἰκοστοῦ ἔτους, τρεφομένου τοῦ παιδὸς ὑπὸ τῆς μητρός, τοῦ δηλουμένου Ἥρωνος διδόντος αὐτῇ κατὰ μῆνα εἰς τροφίων λόγον δραχμὰς τέσσαρας, τοῦ αὐτοῦ Ἥρωνος ἱματίζοντος τὸν παῖδα πρὸς ὃν καὶ εἶναι τὰ ὑπὲρ αὐτοῦ τῆς διετίας δημόσια, καὶ ἀπέχειν αὐτὴν Τεφερσάειν παρὰ τοῦ Ἥρωνος ἀπὸ τῶν ἑσταμένων αὐτῇ τοῦ ὅλου χρόνου δραχμῶν τεσσαράκοντα ἓξ δραχμὰς δεκατέσσαρας καὶ [...]κομιεῖται μηνὶ μὲν Σεβαστῷ τοῦ εἰσιόντος ἔτους δραχμὰς δεκάδυο καὶ μηνὶ Σεβαστῷ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους τὰς λοιπὰς δραχμὰς εἴκοσι. καὶ μετὰ τὸν χρόνον παρέξεται ὁ Ἥρων τὸν παῖδα ἐπιστάμενον ἐντελῆ, ᾧ καὶ δώσει ἀπαλλασσομένω [.]ι, ἑκάστης δὲ ἡμέρας ἧς ἐάν ποτε ἀργήσῃ ἢ ἀσθενήσῃ ἐκτίσει δραχμὴν μίαν, του[..............] Ἥρων Ὀρσέως ἐκδιδάξω τὸν παῖδα [..] καὶ ἕκαστα ποιήσω καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μαρεψῆμις Πακήβκιος?? γράμματα μὴ εἰδότος. Τεφερσάεις Ἡρακλήου μετὰ κυρίου Ἡρακλήου ἐκδέδομαι τὸν υἱόν μου [..................] |gap=4_lines|Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- with highlights of Places (omit)
- without highlights of People (add)
- without highlights of Gods (add)
- with highlights of Text Irregularities (omit)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)