TM 13874
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
psi.13.1324
1 Θὼθ λ. ὁμολ(ογία) Παβοῦτος καὶ ἑτ(έρων) πρὸς Πανομγέα.2 ἔτους τεσσαρεσκαιδ̣εκάτου Αὐτοκ[ράτ]ορο̣ς Καίσα[ρ]ος Μάρκο̣υ̣
3 Αὐρηλίου Ἀντωνε̣ί̣ν̣ου Σεβαστοῦ Ἀρμηνιακοῦ* Μηδικοῦ
4 Παρθικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Σεβαστοῦ
5 Θὼθ λ, ἐν Πτολεμαίδ̣ι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου
6 νομοῦ. ὁμολογοῦσι Παβοῦς ὡς ἐτῶν τριάκοντα
7 λευκὸν ὀφθαλμῷ ἀριστερῷ καὶ Πανομγεῦς ὡς ἐτῶν
8 εἰκοσιεπτὰ ἄσημος καὶ Ὀννῶφρις ὡς ἐτῶν εἴκοσι ἄση-
9 μος καὶ Σεγάθιος ὡς ἐτῶν δεκαπέντε ἄσημος οἱ τέσ-
10 σαρες Ἁρπαγάθου τοῦ [Σατα]βοῦτος ἀπὸ κώμης Σοκνοπαί(ου)
11 Νήσου ἱερεῖς καὶ ἱέρεια Πανομγεῦτι Ἁρπαγάθου τοῦ Σατα-
12 βοῦτος ὡς ἐτῶν ἑξηκονταπέντε οὐλὴ ὀφρύει* δεξ̣ι̣ᾷ̣
13 ἀ̣π̣έ̣χειν παρὰ αὐτοῦ τοὺς ὁμολογοῦντας ἀργυρίου δραχμὰς
14 ἑκατὸν τριακονταὲξ παραχρῆμα διὰ χειρὸς ἃς ὤ-
15 φειλεν ὁ Πανομγεῦς τῷ προγεγραμμένῳ αὐτῶν πα-
16 τρὶ Ἁρπαγάθι* τε[τελ]ευτη̣κ̣ότι καθʼ ὁμολογίαν τελειω[θεῖ]-
17 σαν διὰ γραφείου κώμης Καρανίδος τῷ τρίτῳ καὶ εἰ-
18 κοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου μηνὶ Ἁδριανῷ,
19 ἣν καὶ ἀναδέδωκαν αὐτῷ τὴν ὁμολογίαν εἰς ἀθέ-
20 τησιν καὶ ἀκύρωσιν καὶ μηδὲν τοὺς ὁμολογοῦντας ἐ[γκα]-
21 λεῖν περὶ ὧν ἀπέχουσι ὡς πρόκειται μήτε περὶ τόκων
22 αὐτῶν μήτε περὶ μηδενὸς ἐγγράπτου ἢ ἀγρά[φου] ἀπὸ
23 τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσ[ης] ἡμέ-
24 ρας τρόπῳ μηδενί. ὑπογραφεὺς ὁ εἰς αὐτοὺς
25 Παβοῦς ὁ προγεγραμμένος.
26 Παβοῦς κ(αὶ) Πανομγεῦς κ(αὶ) Ὀννῶφρις κ(αὶ) Σεγάθιος οἱ τέ[σσα]ρ̣[ες]
27 Ἁρπαγάθου ἡ μὲν Σεγάθιος μετὰ κυρίου ἐμοῦ Παβοῦτος
28 ὁμολογοῦμεν ἀπέχειν παρὰ τοῦ Πανομγεῦς* τὰς το[ῦ]
29 ἀργυρίου δραχμὰς ἑκατὸν τριακονταὲξ κ(αὶ) τοὺ[ς] τόκο̣υ̣ς κ(αὶ) [οὐ]-
30 δὲν ἀπαιτοῦμεν ὡς πρόκειτ(αι). Παβοῦς ἔγραψα ὑπὲρ τοῦ Ὀν-
31 νωφρις* καὶ τῆς Σεγάθιος ἀγραμμάτων. Πανομγέως* Ἁρπ[α]-
32 γάθου συναπέχω ⟦[.]ς⟧ ὡς πρόχειται*. Πανομγέως*
33 Ἁρπαγάθου γέγονε εἴς με ἡ ἀποχὴ ὡς πρό̣κ̣ειται.
34 Τεσενοῦφις Τεσενούφεως ἔγραψα ὑπὲρ αὐτοῦ
35 ἀγραμμάτου.
36 κατεχω(ρίσθη) ιδ (ἔτους) Θὼθ λ.
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)