TM 15683
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.vat.aphrod.1
1 ⳨ [---] [.........] [---] [..........] [---][.][---] [βασιλείας] [τοῦ]2 θειοτάτου καὶ γαληνοτάτου ἡμῶν δεσπότου Φλ(αουίου) Μαυρικίου Τιβερίο̣[υ] [τοῦ] [αἰωνίου] [Αὐγούστου]
3 Αὐτοκράτορος καὶ μεγίστου Εὐεργέτου ἔτους ἑκκαιδεκάτου καὶ ὑπατεί̣[ας] [τοῦ] [αὐτοῦ] [εὐσεβεστάτου]
4 ἡμῶν δεσπότου ἔτους πεντεκαιδεκάτου, Φαρμο[ῦ]θι κη δευτέρας ἰνδικτίονος̣.
5 ⳨ Αὐρήλιος Ψάις ἐκ πατρὸς Ἰωάννου ἐκ μητρὸς Στεφανοῦτος σὺν θ(εῷ) μισθωτὴς ἀπ[ὸ] [κώμης] [Ἀφροδ(ίτης)]
6 τοῦ Ἀνταιοπολίτου νομοῦ ⳨ Αὐρηλίῳ Θεοδώρῳ υἱῷ τοῦ μακαριωτάτου Μουσαίου̣ [---]
7 κτήτορι ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδ(ίτης) χαίρ(ειν). ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρ̣[έτως] [μεμισθῶσθαι]
8 παρὰ σοῦ πρὸς τετραέτη χρόνον, λογιζόμενο̣ν̣ ἀπὸ κ[αρ]πῶν τῆς σὺν θ(εῷ) μελλούση̣[ς] [δευτέρας] [ἰνδικτίονος]
9 καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, τὸ ὑπάρχον σοι καὶ ἔλθον εἰς σὲ ἀπὸ δικαίας κλ̣ηρο̣[νομίας] [τοῦ]
10 μακαριωτάτου σοῦ πατρὸς Μουσαίου ὁλόκληρον σοῦ μέρος ἐξ ὁλοκλήρου κτήμ̣[ατος] [καλουμένου]
11 Περίωνος σὺν τῷ περιέξωθεν λάκκῳ καὶ δεξαμενῇ καὶ μονῇ καὶ πύργῳ καὶ οἰκ[ιδίῳ] [μετὰ] [ξυλίνης]
12 σκάλης καὶ φοίνιξι καὶ λαχανίοις τόποις καὶ βοσκήμασι καὶ ἑτέροις φυτοῖς διαφ̣[όροις] [ἐγκάρποις]
13 καὶ ἀκάρποις καὶ πᾶσι ἐνοῦσι καὶ ἀνηκοῦσι καὶ προσκυροῦσι τῷ αὐτῷ κτήματι δικαίοις τ̣[οῖς]
14 ἐντὸς καὶ ἐκτὸς πρὸς τὰ παλαιὰ αὐτοῦ ὅρια κυκλώθεν* πρὸς τὴν δύναμιν τῆς ἐγγρ̣ά̣φους δ̣ιαθήκης
15 καὶ μερισμοῦ τῶν σῶν γονέων διακείμεν(ον) ἐν τοις* ἀπηλιωτικοις* πεδιάδι̣ τ̣[ῆς] [αὐτ(ῆς)] κ̣ώ̣μης Ἀφροδ̣(ίτης)
16 ἐν κλήρου* Ψιουλ · ἔτι δὲ μισθοῦμαι σοι καὶ τῶν ἀγορασθέντων ἄλλων ἀρουρῶν π̣[αρὰ] [σοῦ]
17 ἐν τῷ αὐτῷ κτήματι Περίωνι · ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς γεωργίαν καὶ κατάθ̣[εσιν] ὧ̣ν ἐὰν
18 βούλομαι γενημασι* ἰδίοις μου κτήνεσιν καὶ γεωργοῖς καὶ σπερμαβόλεσι* καὶ ἀναλ[ώμ]α̣σι,
19 ἐν τελείῳ μὲν συγκλείω παντὸς τοῦ κλήρου, καὶ διδόναι σοι ὑπὲρ λόγου ἀποτάκτ̣ου αὐτο[ῦ] φόρου
20 καθʼ* ἔτος σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας πέντε <(γίνονται)> <(ἀρτάβαι)> ε ἑ̣κ̣ά̣στης ἀρού̣ρ̣η̣ς πρ̣[ὸ]ς̣ ἀναμέτρησιν
21 τοῦ δημοσίου σχοινίου μέτρῳ Ἀμμωνίου κόμετος, ἀλλ(ὰ) ἐπὶ τῷ δέ σε ἐξουσιάζειν λαβ̣εῖν καθʼ* ἔτος
22 ἀρούρας δύο, μίαν μὲν ἐν λιπαρας* γης* μια* δὲ ἐν σιτοφόρῳ γῃδίῳ, μια* μὲν ἐκ [νότ]ο̣υ [το]ῦ λάκκου,
23 ἄλλην δὲ ἐξ ἀπηλιώτου τοῦ χώματος, ἐκ νότου τῆς μεγάλης ἀμάρης, τῷ αὐτῷ σχ[οι]νίῳ ·
24 καὶ γεμισω* μιας* ἀρουρης* ἐν κοπρισμοῖς διαφόροις καθʼ* ἔτος καθὼς πρὸς τὰ δόξαντα δίχα ἀμφ(ιβολίας)
25 καὶ ποιῆσαι τὴν πᾶσαν αὐτῶν γεωργικὴν ἐργασίαν γινομένην παρʼ ἐμοῦ καὶ ποτ̣ίσαι αὐτὰς
26 ἀκαταφρονήτως καθʼ* ἔτος καὶ διδόναι σοι χρυσο[ῦ] κεφαλαίου νομισμάτια τρία ἕκασ̣τ̣ον παρὰ
27 κεράτιον ἓν χρυσοχοικῷ σταθμῷ τῆς α(ὐτῆς) κώμης πρὸς ἑνὸς νομίσματος ἑκάστη̣[ς] κ̣[α]τ̣αβολῆς
28 τῶν δημοσίων κατʼ ἔτος, μέντοιγε κουφίσαι με καὶ ἐξουσίαν ἔχειν λαβεῖν με ὑπὲρ τ[ῶ]ν προκ(ειμένων)
29 χρυσίων καὶ δύο ἀρουρῶν ἄλλας ἀρούρας δέκα τῷ αὐτῷ σχοινίῳ ἀπὸ τῶν προκ(ειμένων) σῶν ἀρουρῶν
30 τοῦ αὐτοῦ σοῦ μέρο̣υ̣ς̣ κτήματος Περίωνος καθʼ* ἔτος πρὸς τὰ δόξαντα ἐν τε ἀβροχικῷ, ὃ μὴ εἴη,
31 πρὸς τοῖς συμφώνοις τῆς προκειμέ(νης) ἀπηλιωτικῆς πεδιάδος, ποιῆσ̣αι μετ̣ʼ [ἀλ]λ̣ήλων
32 ἄνευ ἀντιλογίας · καὶ τὴν μεταφορὰν ποιήσω τῆς ἀσίας* ἐμβολῆς τοῦ προκ(ειμένου) σου μ[έ]ρ̣ους κτήμ̣(ατος)
33 ἕως τοῦ ποταμίου ὅρμου, τοῦτό τουτεστιν* καμήλια ἕξ, καὶ τοῦ σοῦ φόρ̣ο[υ] καὶ τὰ γ̣ενήματα τας* προκ(ειμένων)
34 δύο σοῦ ἀρουρας* καὶ ἄχυρα ἕως τοῦ σοῦ οἴκου, καὶ ἀλύθω* σοι \σίτου/ ἀρτάβας τεσσαράκοντα ἐκ τῶν ἐμῶν
35 ζῴων καὶ γεωργῶν, καὶ διδόναι σοι μιᾷ ἀγωγια* \σ̣τ̣α̣χ̣(ύων)/ ἓν δέμα ἔτι καθʼ* ἔτος · δώσω δέ̣ σοι κ[ατʼ] ἔτος τυροὺς
36 ξηροὺς γεουχικοὺς ἑβδομήκοντα πέντε καὶ λεμψ̣άνας ἀγγία ἓξ καὶ ἑορτικὰς ἐξαλλ[ακ]ὰ̣ς τρεῖς
37 ἀνὰ τυρία καὶ λάχανα · τὸ δὲ προκ(είμενον) ἥμισυ τοῦ προκ(ειμένου) βοσκήματος [.]λ̣η̣λ̣η τ̣οῦ κτήματος̣ Π̣ερίονος*
38 ἔχειν με καθʼ* ἔτος ἄνευ γεουχικοῦ σοῦ μέρους καὶ τῆς ἡμισείας τῶν καρπῶν τῶν α(ὐτῶν) φοινίκων,
39 ἔχειν με πάλιν ἄνευ γεουχικοῦ σοῦ μέρ(ους), καὶ ἐπὶ τῷ δὲ ἐμὲ ἀναξω* σοι μικρὸν ἄκ[α]ν̣θο̣ν̣ ἀπὸ τοῦ
40 αὐτοῦ χώματος, ἀπὸ τῆς συκαμινεας* εἰς νότον, ἕως τοῦ ὁρίου ἀκαταφρονήτως πρ̣[ὸ]ς τὰ δόξαντα,
41 δίχα ἀντιλογίας. ταύτη* τη* παροῦση* ἐγγραφω* μισθωτικὴ ὁ̣[μ]ολογίᾳ̣ κυρία ἔσται [κ]α̣ὶ βεβαία
42 πανταχοῦ προφερομένη, καὶ ἐφʼ ἅπαν̣τα ἐπερ(ωτηθεὶς) ὡμολόγησα † Αὐρήλιος Ψαίου Ἰωάννου
43 ὁ προκ(είμενος) μεμίσθωμ̣αι ὡς πρόκ(ειται) ⳨ Αὐρήλιος Ἰωάννης Β̣ίκτορος ἀξιωθὶς* ἔγγραψα ὑπὲρ αὐτοῦ [γρά]μ̣μα μὴ
44 εἰδότο̣ς † ⳨ Αὐρήλιος Φο̣ι̣β̣ά̣μ̣μ̣ω̣ν̣ Ἰο[άννου] [μαρ]τ̣υ̣ρ̣ῶ̣ ταύτῃ τῇ μισθώσε̣ι̣ ἀκούσας παρὰ τ̣ο̣ῦ̣ θεμένου
45 ⳨ Αὐρήλιος Μακάριος Χρισ̣τωφόρ̣ο̣υ̣ μαρτυρῶ ταύτῃ τῇ μισθώσε̣ι̣ ὡς πρόκ(ειται) † Αὐρήλιος
46 Ἰωάννης Λ̣ουκανοῦ μαρτυρῶ μεμίσθωμαι ὡς πρόκ(ειται) ⳨
47 † διʼ ἐμοῦ Φηο̣ῦ̣τος σὺ̣ν θ(εῷ) ταβελλ(ίωνος) ἐγρ(άφη) ἐγρ(άφη) ἐγρ(άφη) 〰〰〰
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)