Unregistered user (3.145.93.173). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 16852 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/16852

Information mentioned in this text

    TM 16852

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.lond.6.1914_1

    τῷ ἀγαπητῷ ἀδελφῷ ἄπα Παιηοῦ καὶ Παταβεὶτ πρεσβυτέροις Καλ’λιστος ἐν κυρίῳ θεῷ χαίρειν. γινώσκειν ὑμᾶς θέλομεν τὰ πραχθέντα ἐνταῦθα πράγματα · ἐξάφινα γὰρ ἠκούσατε ἃ ἐπάθαμεν ἐν τῇ νυκτὶ ἐκείνῃ ἐν τῇ οἰκίᾳ Ἡρακλέου τοῦ κομμενταρησίου. εἰσὶν γὰρ καί τινες ἀδελφοὶ ἐκ τῶν ἐλθόντων πρὸς ὑμᾶς μεθʼ ἡμῶν ἐν τῇ οἰκίᾳ καὶ δύνονται καὶ αὐτοὶ τὰ πραχθέντα ὑμῖν ἀναγγεῖλαι. μετὰ γὰρ τὴν ἡμέραν ἐκείνην ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ Παχὼν μηνὸς Ἰσὰκ ὁ ἐπίσκοπος ἀπὸ Λητοῦς ἦλθεν πρὸς Ἡραείσκον ἐν Ἀλεξανδρίᾳ, καὶ ἠθέλησεν γεύσασθαι μετὰ τοῦ ἐπισκόπου ἐν τῇ παρεμβολῇ. ἀκούσαντες οὖν οἱ διαφέροντες Ἀθανασίου καὶ ἤλθασιν φέροντες μεθʼ ἑαυτῶν στρατιώτας τοῦ δουκὸς καὶ τῆς παρεμβολῆς, οἰνώμενοι ἤλθασιν ὥρᾳ ἐνάτῃ συγκλείσαντες τὴν παρεμβολὴν βουλόμενοι καὶ αὐτὸν καὶ τοὺς ἀδελφοὺς πιάσαι. ἀκούσαντες οὖν τινὲς στρατιῶται οἱ ἐν τῇ παρεμβολῇ καὶ φόβον θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ ἦρκαν αὐτοὺς καὶ ἔκρυψαν ἐν ταῖς κέλ’λαις ἐν τῇ παρεμβολῇ. καὶ ἐκείνων μὴ εὑρεθέντων ἐγβάντων αὐτῶν εὗραν τέσσαρας ἀδελφοὺς ἐρχομένους ἐν τῇ παρεμβολῇ, καὶ κατακόψαντες αὐτοὺς καὶ αἱμαρρόεις ποιησάμενοι ὥστε αὐτοὺς κινδυνεῦσαι καὶ ἐξέβαλο αὐτοῦ ἔξω τῆς Νικοπόλεως. καὶ μετὰ τὸ τούτους ἐκβαλεῖν ἀπήλθασιν πάλιν ἐπὶ τὴν πύλην τοῦ Ἡλίου ἐν τῇ μονῇ ἐν ᾗ εἰσὶν ἐπιξενούμενοι οἱ ἀδελφοὶ καὶ πιάσαντες ἄλ’λους πέντε ἐκεῖ εἶρξαν αὐτοὺς ἐν τῇ παρεμβολῇ ὀψίας, καὶ συγκλείσαντες αὐτοὺς μέχρις τοῦ τὸν πραιπόσιτον προελθεῖν ἐν τοῖς ’ σίγνοις τὸ πρὸς πρωὶ καὶ λαβὼν αὐτοὺς ὁ πραιπόσιτος καὶ ὁ σκρίβας καὶ αὐτοὺς ἐκέλευσεν ἐγβληθῆναι ἐκτὸς τῆς Νικοπόλεως · καὶ τὸν μονάριν Ἡρακλίδην δήσαντες καὶ ὑβρίσαντες ἐνέτειλαν τῷ αὐτῷ ἐπαπειλούμενοι, ὅτι κατὰ ποίαν αἰτίαν τοὺς μοναχοὺς τῶν Μελιτιανῶν εἴασας ἐν τῇ μονῇ; καὶ ἄλ’λον ἀδελφὸν Ἄμ’μωνα ὄντα ἐν τῇ παρεμβολῇ καὶ αὐτὸν ὑποδεχόμενον τοὺς ἀδελφοὺς συνέκλεισαν ἐν τῇ παρεμβολῇ, παρήγγειλαν δὲ αὐτῷ ὥστε μὴ ὑποδέχεσθαι αὐτὸν μοναχοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ. ἄλλος γὰρ ἀδελφὸς οὐκ ἔστιν εἰ μὴ οὗτοι οἱ δύο ὑποδέχομενοι τοὺς ἀδελφούς · ἐποίησαν αὐτοὺς δειλανθῆναι. θλιβόμεθα οὖν πάνυ διειργμένοι ὑπὸ αὐτῶν κατὰ τόπον. ἐπιλυπούμεθα οὖν ὅτι οὐκ ἐπιτρέπουσιν ἡμῖν πρὸς τὸν πάπαν Ἡραείσκον ἀπελθεῖν καὶ ἐπισκέψασθαι αὐτόν. ἐν τῇ νυκτὶ γὰρ ἐν ᾗ ὑβρίσθησαν οἱ ἀδελφοὶ ὁ πραιπόσιτος τῶν στρατιωτῶν ἔπεμψεν φάσιν τῷ ἐπισκόπῳ λέγων ὅτι ἡμάρτησα καὶ ἐπαρῳνήθην ἐν τῇ νυκτὶ ὅτι τοὺς ἀδελφοὺς ὕβρισα. ἐποίησεν δὲ καὶ ἀγάπην ἐν ἐκείνῃ τῇ ’ ᾑμέρᾳ Ἑλ’λην ὢν διὰ τὸ ἁμάρτημα ὃ ἐποίησεν.

    p.lond.6.1914_2

    Ἀθανάσιος δὲ μεγάλως ἀθυμεῖ καὶ αὐτὸς παρέχει ἡμῖν κάματον διὰ τὰ γραφόμενα καὶ τὰς φάσεις τὰς ἐρχομένας αὐτῷ ἀπὸ ἔξωθεν, ἐπειδὴ ὁ βασιλεὺς Μακάριον εὑρὼν ἔξω ἐν ’ τῷ κομιτάτῳ [...............]υρῳ γράψας [.]ανυους ὅτι δήσας αὐτὸν καὶ [.]επι [.]α ἀπο [................]α ἵνα αὐτο [.]εσται. ἀπελθόντων οὖν Ἀρχελάου τοῦ [.......] καὶ [.] μετὰ Ἀθανασίου τοῦ υἱου Καπίτωνος,

    p.lond.6.1914_3

    βουλόμενοι ἀποσπάσαι Μακάριον, ἡ φάσις οὖν ἀπῆλθεν πρὸς ἄπα Ἰωάν’νην ἐν Ἀντιοχίᾳ · ἦλθεν καὶ πιάσας αὐτοὺς κατέσχεν αὐτούς, ἐπειδὴ ἐπὶ συκοφαντίᾳ καὶ δεινὰ ἦσαν γράψαντες κατὰ Ἡραείσκου, καὶ αὐτὸς Ἀρχέλαος τὰ γράμματα ἦρκεν ἔξω. ὁ θεὸς οὖν ἐποίησεν καὶ τοὺς τρεῖς ἔξω καὶ ἔχει ἔξω. τοῦτʼ οὖν ἤκουσεν Ἀθανάσιος ὅτι Ἀρχέλαος συνεσχέθη, πάνυ ἀθυμεῖ Ἀθανάσιος. πολλαχῶς οὖν ἦλθαν ἐπὶ αὐτὸν καὶ μέχρις νῦν οὐκ ἀπεδήμησεν · ἐνεβάλετο δὲ τὰ σκεύη αὐτοῦ ἐν τῇ θαλάσ’σῃ ὡς αὐτοῦ ἀποδημοῦντος, καὶ πάλιν εἰς δεύτερον ἤνεγκεν τὰ σκεύη ἀπὸ τοῦ πλοίου, μὴ βουλόμενος ἀποδημῆσαι [..] ἔγραψα ἵνα γνοῖτε ἐν ποίᾳ θλίψει ἐσμέν · ἤνεγκεν γὰρ ἐπίσκοπον τῆς κάτω χώρας καὶ συνέκλεισεν αὐτὸν ἐν τῷ μακέλ’λῳ, καὶ πρεσβύτερον τῶν αὐτῶν μερῶν συνέκλεισεν καὶ αὐτὸν ἐν τῷ ἀπλικίτῳ καὶ διάκονα ἐν τῇ μεγίστῃ φυλακῇ, καὶ μέχρις τῆς ὀγδόης καὶ εἰκάδος τοῦ Παχὼν μηνὸς καὶ Ἡραείσκος συγκεκλεισμένος ἐστὶν ἐν τῇ παρεμβολῇ εὐχαριστῶ μὲν τῷ δεσπότῃ θεῷ ὅτι ἐπαύθησαν αἱ πληγαὶ ἃς εἶχεν καὶ ἐπὶ τῇ ἑβδόμῃ καὶ εἰκάδι ἐποίησεν ἐπισκόπους ἕπτα ἀποδημῆσαι · Ἔμις καὶ Πέτρος εἰς αὐτούς ἐστιν, υἱὸς Τουβέστις. μὴ ἀμελήσητε οὖν περὶ ἡμῶν, ἀδελφοί, ἐπειδὴ τὰ ψωμία ἀφῆκαν ὀπίσω, ἵνα διὰ τὸν ἐπίσκοπον μήπως ἔξω ἀρθῇ ἵνα τηρῇ αὐτὰ μετʼ αὐτοῦ. ἐγὼ γὰρ ἀγοράζων ἄρτους εἰς διατροφὴν ἠγόρασα ἀρτάβην σίτου ταλάντων ιδ. ἐπὰν οὖν εὕρητε εἰδήμονα ἀποστείλατέ μοι ὀλίγα ψωμία. ἀσπάζομαι τὸν πατέρα μου Πραυοῦν καὶ πάντας τοὺς ἀδελφοὺς τοὺς ὄντας μετʼ αὐτοῦ καὶ Θέονα τὸν διάκονα Σαπρίωνα καὶ Ὡρίωνα καὶ Παπνούτιν καὶ ἄπα Σαρμάτην καὶ Παώμιν καὶ Πιὸρ καὶ Εὐδαίμωνα καὶ ἄπα Τρύφωνα καὶ Γερόντιον καὶ ἄπα Ἱέρακα καὶ ἄπα Ἑλενᾶν καὶ ἄπα Ἁρηοῦν καὶ ἄπα Πιὰμ καὶ Κορνήλιν καὶ Πισάτιν καὶ Κολλοῦθον καὶ Ἰωσὴπ καὶ τὰ παιδία αὐτοῦ καὶ Φίνες. μὴ ἀμελήσῃς οὖν, πάτερ, ἀποστεῖλαι πρὸς Ψαεῖν ἀπὸ Τερὸτ ἕνεκεν τῆς ἀρτάβης τοῦ σίτου, καὶ ποίησον Τουᾶν ἀπὸ Ταμούρω ἵνα καὶ αὐτὸς ἀπέλθῃ εἰς Ταμούρω ἕνεκεν τῆς ἀρτάβης τοῦ σίτου · αἱ ἡμέραι γάρ εἰσιν τοῦ λαβεῖν αὐτοὺς αὐτάς. ἀσπάζομαι Παῦλον τὸν ἀναγνώστην καὶ ἄπα Ἠλίαν καὶ Ἀνουβᾶν μέγαν καὶ Ἀνουβᾶν μικρὸν καὶ Παμούτιν καὶ Τιτούην καὶ τὰ παιδία αὐτοῦ καὶ Ὃρ ἀπὸ Τουμνακὼν καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς μετʼ αὐτοῦ καὶ Παπνούτιν καὶ Λεονίδην τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν ἀδελφὸν τὸν ἄλ’λον τὸν μετʼ αὐτῶν. ἄπα Παιηοῦ καὶ Παταβεὶτ παρὰ Καλλίστου.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left