TM 17063
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.sarap.46_1
Εὐτυχίδηι Σαραπίωνος παρὰ Κάστορος Πανεχώτου τῶν ἀπὸ κώμης Ἀκώρεως καταγινομένου ἐν κώμηι Μνάχει. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐπʼ ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ιγ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν ἔχεις ἐν μισθώσει παρὰ Οὐλπίας Εὐδαιμονίδος ἐν τῶι Πάσκωι περὶ Μνᾶχιν ἐν δυσὶ κοίταις ἀρούρας ἑπτὰ ὧν μία μὲν ἀρουρῶν τεσσάρων ἑτέρα δὲ ἀρουρῶν τριῶν πάσας ἀποτάκτου ἐκφορίου τῶν μὲν ἀρουρῶν τεσσάρων τοῦ ιγ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἑκάστης ἀρούρης πυροῦ ἀρταβῶν ἐννέα τοῦ δὲ ἑξῆς ιδ ἔτους ἑκάστης ἀρούρης κριθῆς ἀρταβῶν ἑπτὰ τῶν δὲ λοιπῶν ἀρουρῶν τριῶν ἐκφορίου τοῦ μὲν ἐνεστῶτος ιγ ἔτους ἀνὰ κριθῆς ἀρτάβας ὀκτώ τοῦ δὲ εἰσιόντος ιδ ἔτους ἀνὰ πυροῦ ἀρτάβας ὀκτώ. πάντα δὲ μετρήσω κατʼ ἔτος ὑπὲρ σοῦ εἰς τὸ δημόσιον μέτρῳ δημοσίωι δοχικῶι ὧν καὶ μέτρησίν σοι ἀναδώσω πρώτῃ μετρήσει καὶ δώσω κατʼ ἔτος μισθωτικοῦ δραχμὰς τέσσαρας καὶ παιδαρί[.]ς τῶι μὲν ἐνεστῶτι ἔτει πυροῦ ἀρτάβης ἥμισυ τῷ δὲ εἰσιόντι ἔτει κριθῆς ἥμισυ τῶν δημοσίων κατʼ ἔτος ὄντων πρὸς τὸν γεοῦχον. ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼτ ια. Εὐτυχίδης ἐμίσθωσα καθὼς πρόκειται.p.sarap.46_2
σι[.]… επικ… [........] τοῦ [.]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)