TM 17131
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.sarap.28ter
Τρυφαίνῃ [.][---] Πλουτάρχου παρὰ Ἡλιοδώρου Ἑρμαίου καὶ Μιρήους Πανεχώτου ἀμφοτέρων γεωργῶν τῶν ἀπὸ κώμης Μαγδώλων Μιρή. βουλόμεθα ἑκουσίως μισθώσασθαι παρʼ ὑμῖν ἐπʼ ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ιζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας ὑμῖν ἐν τῷ Περὶ πόλιν κάτω περὶ Ψωβθονπιλᾶλιν ἐκ τῶν Διονυσίου καὶ [..]οκιους κλήρων ἀποτάκτους ἀρούρας κατοικικὰς δέκα τρεῖς ὥστε κατʼ ἔτος τὸ ἥμισυ σπεῖραι πυρῷ ἐκφορίου ἑκάστης ἀρούρης πυροῦ ἀρταβῶν πέντε ἡμίσους καὶ τὸ ἕτερον ἥμισυ σπεῖραι κριθῇ καὶ φακῷ ἐκφορίου ἑκάστης ἀρούρης φακοῦ καὶ κριθῆς κατὰ τὸ ἥμισυ ἀρταβῶν πέντε ἡμίσους. τὰ δὲ κατʼ ἔτος συναγόμενα ἐκφόρια μετρήσομεν ὑμῖν ἐξ ἀλληλεγγύης κατὰ τὸ ἥμισυ ἐν τοῖς Παῦνι καὶ Ἐπεὶφ μησὶ νέα καθαρὰ ἄδολα ἄβολα καὶ τὸν πυρὸν ἄκριθον πάντα κεκοσκινευμένα μέτρῳ Ἀθηναίου ἑκτημόρῳ τοῦ ὑμῶν μετροῦντος ἐφʼ ἁλώνων κώμης Μαγδώλων Μιρὴ καὶ δώσομεν ὑμῖν κατʼ ἔτος ὑπὲρ μισθωτικοῦ δραχμὰς τέσσαρας καὶ παιδαρίοις ὁμοίως κατʼ ἔτος πυροῦ ἕκτον τῶν κατʼ ἔτος δημοσίων πάντων ὄντων πρὸς ὑμᾶς τὰς γεούχους. ἑκόντες δὲ παραδώσομεν τὸ ἥμισυ τῆς γῆς ἀπὸ ἀναπαύματος φακοῦ. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι κβ Τρύφαινα Νεάρχου μεμίσθωκα καθὼς πρόκειται Ἑρμαῖος ὁ καὶ Φιβίων Ο[.]ιου ἐπιγέγραμμαι τῆς μητρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Πτολεμαῖος Πλουτάρχου ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)