Unregistered user (18.118.205.146). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 17893 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/17893

Information mentioned in this text

    TM 17893

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    sb.6.9317b

    Ἀγαθῷ Δαίμονι καὶ Πολέμωνι βιβλιοφύλαξι παρὰ Διογενίδος Πετενεφώτου τοῦ Σαραπᾶτος μητρὸς Διογενίδος τοῦ αὐτοῦ Σαραπᾶτος ἀπὸ Ὀξυρύγχων πόλεως, διὰ τοῦ πατρὸς Πετενεφώτου Σαραπᾶτος τοῦ Σαραπᾶτος μητρὸς Ταῶτος Φατρέως ἀπὸ τῆς αὐτῆς πόλεως. ἀπογράφομαι πρώτως τὸ κατηντηκὸς εἴς με ἐξ ὀνόματος τῆς ἐμοῦ μὲν μητρὸς τοῦ δὲ πατρός μου ὁμογνησίας ἀδελφῆς καὶ γενομένης γυναικὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως, τετελευτηκυίης ἀδιαθέτου υἱωνοὺς οὐκ ἐχούσης ἐπʼ ἐμοὶ μόνῃ θυγατρὶ καὶ κληρονόμῳ, ἐν κώμῃ Τακολκείλι μέρος ἓν ἀπὸ μερῶν πέντε ἐμβαδοῦ βίκου ἑνὸς ἀπὸ ψιλῶν τόπων · ὅπερ πέμπτον μέρος ἡ μήτηρ μου οὐκ ἀπεγράψατο, κατήντησεν δʼ εἰς αὐτὴν ἐξ ὀνόματος τῆς μητρὸς αὐτῆς Ταῶτος Φατρέως τοῦ Φατρέως μητρὸς Ἀρσεῖτος Σελεύκου ἀπὸ τῆς αὐτῆς πόλεως, τετελευτηκυίης ἀδιαθέτου υἱωνοὺς ἐξ ἑτέρων τέκνων οὐκ ἐχούσης ἐπί τε τῷ πατρί μου Πετενεφώτῃ ὄντι πρεσβυτέρῳ καὶ τῇ μητρί μου Διογενίδι καὶ τοῖς ὁμογνησίοις αὐτῶν ἀδελφοῖς Διογᾶτι καὶ Σαραπᾶτι τοῖς τέσσαρσι μόνοις τέκνοις καὶ κληρονόμοις ἀπολειπούσης ὅλον τὸν βῖκον ἕνα, ὅνπερ οὐκ ἀπεγράψατο ἡ μάμμη μου · ἐμέρισεν δʼ αὐτῇ τοῦτον ὁ πατὴρ αὐτῆς Φατρῆς Φατρέως τοῦ Ἀμύλου μητρὸς Ταύριος ἀπὸ Τακολκείλεως ἀπὸ ψιλῶν αὐτοῦ τόπων διὰ τῆς κειμένης αὐτῇ πρὸς τὸν τῶν γονέων μου πατέρα Σαραπᾶν Σαραπᾶτος τοῦ Πυρῶτος μητρὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως τοῦ γάμου συνγραφῆς, γεγονυίης διὰ γραφείου ἄνω τοπαρχίας ταῖς ἐπαγομέναις τοῦ ἑκκαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ, ἐφʼ ᾗ ἐνθέσμῳ καὶ ἀπεριλύτῳ οὔσῃ ἐτελεύτησεν ὁ Φατρῆς οὐδὲν ὑπεναντίον ἐπιτελέσας κατὰ τοῦ μερισμοῦ. τὸν δʼ αὐτὸν βῖκον ἕνα δηλῶ εἶναι ἀφʼ ὧν ἀπεγράψατο ὁ Φατρῆς ὡς Ἁτρῆς Ἁτρέως καὶ παππόθεν κατὰ μητέρα Ὥρου τῷ Φαρμοῦθι τοῦ ἐννεακαιδεκάτου ἔτους θεοῦ Ἁδριανοῦ πρότερον Σαρᾶτος Θώνιος τοῦ Φατρέως τοῦ καὶ Ἀμύλου ἀπὸ Τακολκείλεως βίκων δύο, ὡς ἡ ἀπογραφὴ αὐτοῦ περιέχει. καὶ ὀμνύω αὐτοκράτορα Καίσαρα Τῖτον Αἴλιον Ἁδριανὸν Ἀντωνεῖνον σεβαστὸν εὐσεβῆ ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ε.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- with highlights of Places (omit)

- with highlights of People (omit)

- with highlights of Gods (omit)

- without highlights of Text Irregularities (add)

- with highlights of Dates (omit)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left