TM 1796
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.col.4.83_1
1 βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀντίπατρος τῶν ἐκ Φιλαδελφείας. ἀδικοῦμαι ὑπὸ Ν̣[ίκ]ωνος.2 δανείσας γάρ μου τῆι γυναικὶ Σίμωι ἀργυρίου (δραχμὰς) ο, τόκου ὡς τὴν μνᾶν τὸμ* μῆνα ἕκαστον (δραχμῶν) ἕξ,
3 καὶ κεφαλαιώσας σὺν τῶι ἀρχαίωι συνεγράψατο συγγραφὴν δανείου πρὸς αὐτὴν (δραχμῶν) ριε ἐφʼ ἧ̣ς ἐπεγρά-
4 φην ἔ̣γγυο̣ς̣ ἐγώ. ἀπελθόντος δέ μου ἐκ Φιλαδελφείας διὰ τὸ συκοφαντεῖσθαι ὑπὸ Ἀρτεμ̣ι̣[δ]ώ̣ρ̣ου τοῦ
5 παρʼ Ἀπολλωνίου τοῦ διοικητοῦ καὶ ἀνοίξαντο̣ς̣ καπηλεῖον ἐν Ἑρμοῦ πόλει τῆι ἄνω, Νίκων ἔγραψεν
6 ἐπιστολὴν εἰς Φιλαδέλφειαν πρὸς Μενέστρατόν τινα ἡμέτερον οἰκ̣έ̣[τη]ν ἐν ἧι καὶ γράφει ὅρκον βασι-
7 λικὸν συνγράψεσθαι πρὸς ἡμᾶς τοῦ ἀρχαίου αὐτοῦ τῶν ο (δραχμῶν). τοῦ δὲ Με̣ν̣εστράτου μοι γράψαντος εἰς
8 Ἑρμοῦ πόλιν παραγενέσθαι καὶ ἐμοῦ καταπλεύσαντος εἰς Φιλαδέλφειαν, Νίκων ἀναπλεύσας εἰς Ἑρμοῦ
9 πόλιν τὴν γυναῖκά μου ἔφη παραδώσειν τῶι πράκτωρι* πρὸς τὸ δάνειον ἐὰμ* μὴ ἑκοῦσα ἀκολούθηι
10 αὐτῶι. εὐλαβηθείσης δὲ τῆς Σίμου καὶ συνκαταπλευσάσης τῶι Νίκωνι μετὰ τοῦ παιδίου
11 ἀγαγὼν αὐτοὺς εἰς Ἡρακλέους πόλιν κατέκλεισεν παρά τισιν χωρὶς ἑκάτερον. ἡ μὲν οὖν Σῖμον
12 λαθοῦσα ἀπῆλθεν. τὸ δὲ παιδίον ἔτι καὶ νῦν ἔχει συνκεκλεικὼς καὶ ἀξιούντων ἡμῶν ἀποδοῦναι
13 ὅτε μὲν ὁμολογεῖ ἔχειν πρὸς τὸ δάνειον ἠνεχυρακώς, ὅτε δὲ ἀρνεῖται. δέομαι οὖν σου, βασιλεῦ, ἀποσ̣τα-
14 λῆναι μου τὴν ἔντευξιν ἐπὶ χρηματιστὰς καὶ ἐὰν ἐνδείξωμαι ἀληθῆ ὄντα τὰ διὰ τῆς ἐντεύξεως
15 τυχεῖν Νίκωνα τῆς προσηκούσης τιμωρίας περί τε τῶν τόκων ὧν συνγέγραπται παρὰ τὸ
16 διάγραμμα καὶ ὅτι τὸν ἐλεύθερον εἴρξας ἔχει διʼ αὐτοῦ, ἐμοὶ δὲ ἀποδοθῆναι τὸ παιδίον, ἵνα ἐπὶ σέ,
17 βασιλεῦ, καταφυγὼν τοῦ δικαίου τύχω.
18 εὐτύχει.
p.col.4.83_2
1 ⟦[............]⟧ ⟦[.]⟧Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- with highlights of People (omit)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)