Unregistered user (18.119.133.43). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 18430 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/18430

Information mentioned in this text

    TM 18430

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.cair.masp.3.67303

    1 † βασιλείας τοῦ θε̣ι̣[ο]τάτου ἡμῶν [δεσ]πότου Φλ(αυίου) Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος
    2 ἔτους εἰκοστοῦ ἕκ[τ]ου, μετὰ τὴν ὑπ[ατε]ίαν Φλ(αυίου) Βασιλείου τοῦ ἐνδοξοτάτο̣υ̣ ἔτους δωδ[ε]κάτου,
    3 ____ Παχὼν δευτ̣έρᾳ ληγούσης̣ πρώτης ἰνδικτίονος †
    4 † Αὐρήλιος Μηνᾶς Ψαίου ἐκ μητρὸς Ῥεβέκκ[α]ς, γεωργὸς μισθωτὴς, ἀπὸ τῆς πεδι[ά]δος κώμης
    5 Τανυαίθεως το[ῦ] [Ἀ]π̣ολ̣λ̣ω̣νοπολίτου μ[ι]κροῦ νομοῦ, τὰ νῦν διάγων ἐνταῦθα ἐπὶ κώμης Ἀφροδίτης τοῦ
    6 Ἀνταιοπολίτου νομοῦ, μετʼ ἐγγυητοῦ τοῦ καὶ ἐγγυομ[έν]ου αὐτὸν πρὸ πᾶσαν ἔκτισιν καὶ ἀπόδοσι[ν]
    7 τοῦ ἑξῆς δηλουμέν̣ο̣υ μισθ̣ο[ῦ] τῆς ἑλκιστῆς* ἀμά̣ξης καὶ τῆς ταύτης ἀποκαταστάσεως ἀβλαβῶ[ς]
    8 ἐμοῦ Αὐρηλίου Παλῶτος Ἑρμαυῶτος ἐκ μητρὸς Θέκλας, τέκτονος̣ ἀπὸ τῆς αὐτῆς κώμης
    9 Ἀφροδίτης, Φ̣λ̣(αυίῳ?) Διοσκό[ρῳ], υ̣ἱ̣ῷ̣ τοῦ τῆς μακαρίας̣ μνήμης Ἀπολλῶτος̣ Διοσκόρου,
    10 τῷ θαυμασιωτάτῳ̣ συντελεστῇ [ἀπ]ὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρ(ειν). ὁμολογῶ ἑκὼν
    11 καὶ πεπεισμένος μεμισθῶ[σθα]ι παρʼ ὑμῶ[ν], πρὸς ὅσας ἡμέρας τῆς ἐργασίας τῆς μόνης
    12 συλλογῆς τῶν̣ ἐμῶν γενη̣μ̣άτων [τῶ]ν̣ ὑπʼ ἐμὲ τριῶν κτημάτων ἐπὶ τῆς παρούσης μόνη̣ς δευτέρας ἰνδ(ικτίονος),
    13 τὴν ὑπάρχουσαν [ὑ]μ̣ῖν ἑλκ̣[ι]στὴ[ν]* [ἄμ]αξαν σεσιδηρομένην* καὶ ἐξηρτισμένην, τουτέστι* τοὺς δύο
    14 τροχοὺς σὺν περιβλήμασι σιδηροῖ̣[ς] καὶ χοινικ[ί]σι καὶ ἴτυσι καὶ πυρίνθῳ σὺν κρικίοις καὶ ῥυμῷ̣
    15 καὶ ζ̣υγῷ σὺν ἁλύσε̣σ̣ι καὶ ἄξονι [κ]αὶ ξυλινοβασ̣τακίῳ ἤτοι πκωμ, ἐφʼ ᾧ με ταύτην ἔ̣χ̣ειν ὑπʼ ἐμὲ̣
    16 εἰς ἐργασίαν τῶν ἐμῶν γενημάτ[ω]ν τῶν ὡς εἴρηται μόνων κτημάτων ἄχρι συλλογῆς τῆς̣ νῦν παρούσ(ης)
    17 ἐν ἀγρῷ, καὶ διδόναι ὑμῖν λόγῳ μισθοῦ τῆς ταύτης ἐργασίας σίτου καθαροῦ ἀρτάβας δέκα, ἐμῷ
    18 ἑξαμέτρῳ ἑκάστης ἀρτάβας*, καὶ τ[ὴ]ν τούτων μεταφορὰν ποιήσω ἕως τῆς ὑμῶν οἰκί̣α̣ς κινδύνῳ
    19 ἐμῷ καὶ πόρῳ πάσης ἐνούσης μοι ὑπ[ά]ρξεως γενικῶς καὶ ἰδικῶς. καὶ ἑτοίμως ἔχομεν τὴ[ν] εἰρημένην
    20 ἄμαξαν ἀποκ̣αταστῆσαι ὑμῖν ἐξηρ̣τ̣ισμένην ἀβλαβῶς ἀπὸ παντὸς εἴδους ὡς \καὶ/ παρειλήφαμεν νῦν.
    21 ἡ μισθωτικ̣ὴ ὁμολογία κυρία ἔστ[αι] καὶ βεβαία, καὶ ἐφʼ ἅπαντα ἐπερωτηθ(έντες) ὡμολογ(ήσαμεν) ⳨ Αὐρήλιος Μηνᾶς
    22 Ψαίου, μετʼ ἐγγυητῶν αὐτοῦ ἡμῶν Αὐρη[λί]ων Παλῶτος Ἑρμαυῶτος, καὶ Δαυεὶδ̣ ἐκ πατρὸς Ἑρμαυῶτος, τεκτόνων, ὁ προκ(είμενος), μεμίσθωμαι
    23 καὶ στοιχῖ* μοι πάντα ὡς πρόκ(ειται) ⳨ Αὐρήλιος Ψέ̣λλως Ἰσ[α]κ̣ίο(υ), ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων [..] ⳨ Καλλίνικος Βίκτορος
    24 μαρτυρῶ τῇ μισθώσι*, ἀ̣κο̣σ̣α̣ν̣* παρὰ τῶν θεμένων παρόντων καὶ εἰπόντων ⟦ειπωντων⟧ μοι. ⳨. Αὐρήλιος Πέτρος Ἑρμαυῶτος
    25 μαρτυρῶ τῇ μισθώσι*, ἀκούσας παρὰ τῶν θεμένων παρόντων καὶ ε̣ἰπέντων* μοι ⳨
    26 ____ † διʼ ἐμοῦ Πιλάτου νομικ̣οῦ ἐγράφ(η) [.]ις

Display options

Text:

- original, uncorrected text with diacritics (omit)

- including line breaks (omit)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left