TM 18495
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.4.1052_1
κόλλημα Πρωτάρχωι παρὰ Θερμίου τῆς Ἀπίωνος μετὰ κυρίου τοῦ Ἀπολλωνίου τοῦ Χαιρέου καὶ παρὰ Ἀπολλωνίου τοῦ Πτολεμαίου. συνχωροῦσιν Θέρμιον καὶ Ἀπολλώνιος Πτολεμαίου συνεληλυθέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν, ὁ δὲ αὐτὸς Ἀπολλώνιος Πτολεμαίου εἰληφέναι παρὰ τῆς Θερμίου διὰ χειρὸς ἐξ οἴκου φερνάριον ἐνωτίων χρυσῶν ζεῦγος τετάρτων τριῶν καὶ ἀργυρίου δραχμῶν [..] ἀπὸ τοῦ νῦν τὸν Ἀπολλώνιον Πτολεμαίου χορηγεῖν τῇ Θερμίῳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν αὐτὴν μηδὲ ἐγβάλλειν μηδὲ ὑβρίζειν μήδʼ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτίνειν παραχρῆμα τὸ φερνάριον σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης ἔκ τε αὐτοῦ Ἀπολλωνίου τοῦ Πτολεμαίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, καὶ τὴν δὲ Θέρμιον [...]τιλιν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μήτε ἀπόκοιτον μήτε ἀφήμερον γίνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἀπολλωνίου τοῦ Πτολεμαίου γνώμης μηδὲ φθείρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσαν στέρεσθαι τοῦ φερναρίου χωρὶς τοῦ τὸν παραβαίνοντα ἐνέχεσθαι καὶ τῷ ὡρισμένῳ προστίμωι. ἔτους ιζ Καίσαρος Φαρμοῦθι κDisplay options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)