TM 19811
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.lond.4.1353_1
περὶ ἐκπομπῆς ναυτῶν καὶ τεχνιτῶν καὶ δαπανῶν κούρσου Αἰγύπτου ἰνδικτίονος θ |ara| |ara|إلى |ara|صحب |ara|إشقوة |ara|في |ara|نوتيّة |ara|المعبر |ara|و |ara|الصّنّاع |ara|أن |ara|يبعث |ara|بهم ἐν ὀνόματι τοῦ Θεοῦ Κορ’ρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα’. ____ κατέλαβον πρὸς σὲ τὰ ἐντάγια τῆς διαστολῆς τῶν ναυτῶν καὶ’ τεχνιτῶν’ καὶ τῆς δαπάνης αὐτῶν τε καὶ τῆς τῶν μάχων τοῦ κούρ’σου Αἰγύπτου ἰνδικτίονος ἐνάτης [---] οὐκ εξ[..] αὐτοῖς [.....] δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον πρωτοτύπως διὰ πάσης συντομίας τὰς διασταλείσας διὰ τῆς’ διοικήσεώς σου δαπάνας πρὸ τοῦ ἀποβῇ τὸ ὕδωρ τῆς διώρυγος Ἀλεξ’ανδρείας καὶ ἀναγκασθῇς δοῦναι τὰ φόρετρα τῶν αὐτῶν δαπαν’ῶν ἕως αὐτῆς Ἀλεξανδρείας οὐ μὴν ἀλλὰ καὶ τοὺς ναύτας γενναίους καὶ ἐμπείρους. ἐπετρέψαμεν γὰρ τῷ παρόντι ἀποστόλῳ μὴ δοῦναί σοι ἄνεσιν ἕως δʼ ἂν εἰς πλῆρες ἐκπέμψῃς εἴ τί ἐστι διὰ τῆς διοικήσεώς σου. λοιπὸν μὴ γένηται ἐμπόδιος διὰ σοῦ καὶ ἐκ μὲν τοῦ σίτου καὶ τοῦ ἄρτου ὑστερήσῃς τι τὸ σύνολον μήτε μὴν ἀνύσῃς ἐκ τῶν χωρίων ἀπαρ’γυρισ’μὸν ὑπὲρ’ αὐτῶν τὸν ὁτιοῦν εἰ μὴ αὐτὰ τὰ εἴδη. ἐκ δὲ τῶν ὑπολοίπων δαπαν’ῶν οἷον εἶδός ἐστι ἐξ αὐτῶν ἐν ἑτοίμῳ παρὰ τοῖς τῶν χωρίων εὐθέως πέμψον, ὃ δὲ ἀδύνατός ἐστιν δοῦναι ἐν εἴδεσιν’ ἀνύων τὸν ἀπαρ’γυρισμὸν αὐτοῦ πρὸς τὴν ἐντεθεῖσαν διατίμησιν ἐν τοῖς ἡμετέροις ἐνταγίοις καὶ ἀπόστειλον π’ρὸς ἡμᾶς διʼ ἀνθρ’ώπου σου πισ’τοῦ τοῦ ὀφείλοντος καταβαλέσθαι ἡμῖν μὴ παρέχων τοῖς ὑποδεχομένοις πιστικοῖς τὰς τοιαύτας δαπάν’ας παν’τοῖον ἀπαργυρισμὸν καὶ μὴ ἀμελήσῃς εἰς τὸ διὰ τάχους πέμψαι τούς τε ναύτας καὶ τεχνίτας καὶ τὰς δαπάνας καὶ δώσῃς κατὰ σεαυτοῦ πρόφασιν. ἐγράφη μηνὸς Μεχεὶρ ε ἰνδικτίονος ηp.lond.4.1353_2
Κορ|mid-punctus|ρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ . μηνὸς Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθη διὰ Σαειδ βερεδαρίου περὶ δαπάνης μάχων καὶ ναυτῶν κούρσου Αἰγύπτου ἰνδικτίονος θDisplay options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- with highlights of Dates (omit)
Letters only:
- with exclusive highlights of Formulae (omit)