TM 20296
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.kell.1.34_1
Αὐρήλιος Τοῦ Βησαπώνυκος ἀπὸ κώμης Κεραμίων τῆς Μωθιτῶν πόλεως Αὐρηλίῳ Ὥρῳ Μέρσιος ἀπὸ κώμης Κέλλεως τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι ἡμίσειαν λευκοῦ τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀνεπίλημπτον ἐλθόντα εἰς ἐμὲ ἀπὸ [......] γεννήσαντος μου τιμῆς τῆς συμπεφωνημένης ἀλλήλοις ἀργυρίου Σεβαστῶν νομίσματος ἐν νούμμοις τάλαντα δύο δραχμὰς Γ, γίνεται τάλαντα? β δραχμαὶ Γ, ἅπερ ἀπέσχον παρὰ σοῦ σήμερον διὰ χειρὸς ἐκ πλήρους. εὐδοκῶ καὶ πέπεισμαι καὶ βεβαιώσω πάσῃ βεβαιώσει πρὸς τὸ ἀπὸ τοῦ νῦν σε ἐπικρατεῖν καὶ κυριεύειν τὸν ὠνούμενον τοῦ πεπραμένου σοι ὑπʼ ἐμοῦ ἡμίσεως πώλου ν[---] [.]αλλην [...]ν ὑπὲρ τοῦ μέρους σου τὸ προκείμενον μέρος καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ [.][---] ᾧ ἐὰν αἱρῇ τρόπῳ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι τῷ ἀποδομένῳ διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. κυρία ἡ πρᾶσις [---] πλῆ γραφεῖσα ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ |s-etous| ____ Μεχεὶρ κε κατʼ Αἰγυπτίους. Αὐρήλιος Τοῦ Βησαπώνυκος Αὐρηλίῳ Ὥρῳ τῷ προκειμένῳ · πέπρακά σοι τὴν ἡμίσειαν πώλου καὶ ἀπέσχον τὴν τιμὴν ταλάντα δύο ἥμισυ ἐν νούμμοις νομίσματος, γίνεται τάλαντα β δραχμαὶ Γ καὶ βεβαιώσω σοι ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ψάις [..]ιος ἀπὸ κώμης Κέλλεως.p.kell.1.34_2
πρᾶσις ἡμίσεως πώλου Τοῦ ΒησαπώνυκοςDisplay options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- with exclusive highlights of Formulae (omit)