TM 20771
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.oxy.1.130
1 † τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ φιλοχρίστῳ φιλοπτόχῳ* παν-2 ευφήμῳ ὑπερφυεστάτῳ πατρικίῳ καὶ δουκὶ τῆς Θηβαίων
3 χώρας Ἀπίωνι π(αρὰ) Ἀνοὺπ ἐλεεινοῦ ὑμετέρου δούλου ἀπὸ τοῦ διαφέροντος
4 αὐτῇ κτήματος καλουμένου Φάκρα.
5 οὐδὲν ἄδικον ἢ ἀσεβὲς κέκτηται ὁ ἔνδοξος οἶκος τοῦ ἐμοῦ ἀγαθοῦ
6 δεσπότου, ἀλλʼ ἀεὶ μεστός ἐστι ἐλεημοσύνης ἐπιρέον* τοῖς ἐδέεσιν*
7 τὰ χριώδη*. ὅθεν κἀγὼ* ὁ ἐλεεινὸς δοῦλος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου
8 διὰ ταύτης \μοῦ/ τῆ[ς] παρούσης δεησεήσεως* ἐλεηθῆναί μοι βούλομαι
9 γνῶναι τὴν ὑμετέραν δεσποτίαν* ὡς ἐκ πατέρων καὶ ἐκ προγόνων δουλεύειν
10 τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ πληρῶσαι ἐτησίως τὰ δημόσια · καὶ θεοῦ
11 βουλήσει ἐπὶ τῆς παρελθούσης ἑνδεκάτης ἰνδ(ικτίονος) καὶ τῆς παρελθούσης
12 δεκάτης θ̣εθνάναι* τὰ ἐμὰ κτηναι*, καὶ χρυσίον οὐκ ὀλίγον ἐδανισάμην*
13 \νο(μίσματα)/ \ιε̣/ ἕως ὅτε δυνηθῶ ἀγοράσαι τὰ αὐτὰ κτήνη. {καὶ} ἀλλʼ ὅτε προσῆλθον
14 τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ καὶ ἐλεῆσαί με ἐλθον* ἐνταῦθα, οἱ διαφέροντες
15 τοῦ ἐμοῦ δεσπότου οὐκ ἠνεσχετο* ποιῆσαι κατὰ ⟦τατα⟧ τὴν κέλευσιν τοῦ ἐμοῦ ἀγαθοῦ
16 δεσπότου. ἐὰν γάρ, δέσποτα, μὴ καταλάβεͅ* με ὁ ἔλεός σου, οὐ δύνομαι σταθῆναι
17 ἐν τῷ ἐμῷ κτήματι καὶ χρησιμεῦσαι τοῖς γεουχικοῖς ⟦γεουχοκοις⟧ πράγμασιν. καὶ
18 παρακαλῶ καὶ κατικελεύω* τὴν ὑμετέραν δεσποτίαν* προστάξαι ἐλεηθῆναί
19 με, ἐπε[ι]δὴ εἰς μεγάλην ἀνατροπὴν ἦλθον. οὐκ ἔχω γὰρ ἄλλην κατα-
20 φυγὴν εἰ μὴ τὴν τοῦ δεσπότου Χριστοῦ καὶ τῆς ὑμετέρας ὑπεροχῆς.
21 καὶ ὕμνους ἀθανάτους ἀναπέμψω τῷ δεσπότῃ Χριστῷ ὑπὲρ τῆς
22 ζωῆς τῆς ὑμετέρας δεσποτίας* καὶ τοῦ ὑπερφυεστάτου αὐτῆς υἱοῦ
23 Στρατηγίου δεσπότου. †
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)