Unregistered user (18.117.105.249). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 20901 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/20901

also known as P. Fitzhugh; PFitzhugh

Information mentioned in this text

    TM 20901

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.coll.youtie.2.92

    ⳨ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Παχὼν εἰκὰς ἀρχῆς τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ Φλαυίῳ Ἑλλαδίῳ τῷ λαμπροτάτῳ σκρινιαρίῳ τῆς κατὰ Θηβαίδα λαμπρᾶς δουκικῆς τάξεως, υἱῳ τοῦ τῆς ἀρίστης μνήμης ____ ὁρμωμένῳ ἀπὸ τῆς Πανοπολιτῶν καλλιπόλεως, παρʼ ἐμοῦ παρούσης Μάρθας, θυγατρὸς Μηνᾶ ἐκ μητρὸς Θέκλας, ταριχοπρατίσσης, ὁρμωμένης καὶ αὐτῆς ἀπὸ τῆς Ἀντινόου πόλεως, χωρὶς κυρίου ἀνδρὸς χρηματιζούσης, παρεχούσης δὲ ὑπογραφέα ὑπὲρ ἑαυτῆς καὶ μάρτυρας τοὺς ἑξῆς ὑπογράφοντας τῇ παρούσῃ ὑποθηκιμαίᾳ συγγραφῇ ἐπὶ τοῖς ἐφεξῆς δηλουμένοις συμφώνοις ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις, χαίρειν. τοῦ ἐμοῦ πατρὸς τῇ ἐσχάτῃ περιπεπτωκότος πενίᾳ, καὶ εὐπόρησε[.]ε[---] τ[...]ταυτη πάλαι ὄντος πρὸ τοῦ τὸν ἑαυτοῦ βίον ἀπολειτουργῆσαι, Μηνᾶ ὀνόματι ἐπιλεγομένου Περιχύτου, καὶ ἐξ ἀνάγκης ὑποτεθεικότος τότε τὴν ὑποδεεστέραν μου ὀρφανικὴν ἀδελφὴν καλουμένην Πρόκλαν τῷ λαμπροτάτῳ κυρίῳ Νόννῳ εἰς χρυσοῦ νομισμάτιον ἓν ἀκολούθως τῷ γενομένῳ παρʼ αὐτοῦ τηνικαῦτα τῷ λαμπροτάτῳ ἀνδρὶ ὑποθηκιμαίῳ γραμματείῳ, καὶ μετὰ τὴν αὐτοῦ ἀποβίωσιν ἐν ταύταις περιποιήσασα τέως ἐκ τοῦ ἐμοῦ ἐργοχείρου τὸ ἥμισυ τοῦ προειρημένου ἑνὸς νομισματίου ἀναδέδωκα τῷ εἰρημένῳ ἀνδρί, βουλομένη ἀναλυτρώσασθαι τὴν ἐμὴν καταπονουμένην ἀδελφήν, ἐγὼ ἡ προγεγραμμένη Μάρθα, καὶ μὴ εὐπορήσασα τῆς τούτου συμπληρώσεως, εὐτυχήσασα δὲ τὴν σὴν λαμπρότητα τῇ εἰς Θεὸν ἀγάπῃ κεκινημένην, παρακλήσεις αὐτῇ προσήγαγον τὴν λοιπάδα ταύτην ἐκδανείσασθαι εἰς ἀναλύτρωσιν τῆς αὐτῆς ὀρφανικῆς ἀδελφῆς, κατὰ τοῦτο ὁμολογῶ ἐγῶ ἡ αὐτὴ Μάρθα διὰ χειρὸς ὑμῶν εἰς χεῖράς μου ἀνειληφέναι καὶ δεδανεῖσθαι παρʼ ὑμῶν ἅμα τὰ γενόμενα τῇ ἀσφαλείᾳ χρυσοῦ κεράτια ἐννέα ζυγῷ δημοσίῳ Ἀντινόου, γίνεται χρυσοῦ κεράτια θ ζυγῷ δημοσίῳ Ἀντινόου, καὶ τῇ θέσει τῆς πίστεως καὶ ἀσφαλείας καὶ ἀποδόσεως καθαρᾶς καὶ ἀποκρότου ὑποτίθημι ὑμῖν ἐντεῦθεν ἤδη καὶ ὑπεθέμην ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ τὴν εἰρημένην μου ἀδελφὴν Πρόκλαν, ἐτῶν δεκαπέντε οὖσαν πλέον ἢ ἔλαττον, ἐπὶ τῷ ταύτην εἶναι ἐν τῷ ὑμετέρῳ οἴκῳ ἐξυπηρετοῦσαν πάσαις δουλικαῖς ὑμῶν ὑπηρεσίαις τε καὶ χρείαις ἀναποστάτως ἐλευθερικῶς καὶ ὑποτακτικῶς καὶ ὑπηκόως, ἀδόλως πάντα πράττουσαν δίχα πάσης ἀποφυγῆς καὶ κλοπῆς καὶ οἱασδήποτε ῥᾳδιουργίας, κινδύνῳ ἐμῷ καὶ πόρῳ εἰς ταῦτα πάντα μέχρι ἐπίλυσεως τοῦ προκειμένου χρέους τῶν ἐννέα κερατίων χρυσοῦ, τρεφομένην μέντοι καὶ ἀμφιαζομένην, γενέσθαι ταύτην παρʼ ὑμῖν ἀκαταφρονήτως ἄχρι τῆς τουτῶν ἀποδόσεως, καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ φιλικὸν γραμμάτειον ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις, καὶ ἐξεδόμην, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. † Αὐρηλία Μάρθα θυγάτηρ Μηνᾶ τοῦ Περιχύτου ἡ προγεγραμμένη ἐθέμην ταύτην τὴν ὑποθήκην Πρόκλας τῆς ἐμῆς ἀδελφῆς ἀντὶ τῶν ἐννέα κερατίων χρυσοῦ, καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος Βίκτωρ Ἰωάννου ἀπὸ Ἀντινόου πόλεως ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ ῥᾳδίως εἰδυίης ⳨ Αὐρήλιος Κολλοῦθος Καλλινίκου σύν Θεῷ νοτάριος μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τῆς θεμένης. ⳨

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- with highlights of Places (omit)

- with highlights of People (omit)

- with highlights of Gods (omit)

- with highlights of Text Irregularities (omit)

- with highlights of Dates (omit)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left