Unregistered user (3.23.102.118). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 20989 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/20989

Information mentioned in this text

    TM 20989

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.fouad.43

    ἐμίσθωσεν Σερῆνος ὁ καὶ Διονύσιος Διονυσίου ἐξηγητεύσας τῆς Ὀξυρυγχιτῶν πόλεως Πτολεμαίῳ Παποντῶτος μητρὸς Ταΰριος καὶ Ἀντωνίῳ Θοτσύτμιος μητρὸς Καϊποῦτος, ἀμφοτέροις καταγεινομένοις ἐν κώμῃ Φοκώου, ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τριακοστοῦ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῳ περὶ Φοκώου ἐκ μὲν νότου Τροχοῦ κτήματος οὗ ἔχουσι ἐν μισθώσει οἱ προτεταγμένοι τοῦ αὐτοῦ Σερήνου, ἀρούρας τεσσάρας τέταρτον ὥστε ταύτας τῷ μὲν ἐνεστῶτι σπεῖραι καὶ ξυλαμῆσαι πυρῷ καὶ κριθῇ ἐκφορίου τακτοῦ πυροῦ μὲν ἀρταβῶν δώδεκα καὶ κριθῆς ἀρταβῶν δέκα τεσσάρων, τῷ δὲ εἰσιόντι ἔτει ξυλαμῆσαι χλωροῖς εἰς κοπὴν καὶ ἐπινομήν, φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς ἑξήκοντα. ἔτι δὲ μεμισθωκέναι τοῖς αὐτοῖς ἐξ ἀπηλιώτου τούτων ἀρούρας ὀκτὼ ἐκ γεωμετρίας ὥστε καὶ ταύτας τῷ μὲν ἐνεστῶτι ἔτει ξυλαμῆσαι χλωροῖς φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς εἴκοσι τεσσάρας, τῷ δὲ εἰσιόντι ἔτει σπεῖραι ἢ ξυλαμῆσαι κριθῇ ἐκφορίου κατʼ ἄρουραν ἀνὰ κριθῆς ἀρτάβας ὀκτώ. ὁμολογοῦσιν δὲ οἱ μεμισθωμένοι ἐντεῦθεν ἐσχηκέναι παρὰ τοῦ μεμισθωκότος εἰς σπέρματα τῆς γῆς πυροῦ ἀρτάβας τεσσάρας ἐπὶ διαφόρῳ ἐκ τρίτου, ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὰ ὀφειλόμενα ἅπαντα κατʼ ἔτος κομίσηται · ἐὰν δέ τις ἄβροχος γένηται ἐν τῷ εἰσιόντι ἔτει, παραδεχθήσεται τοῖς μεμισθωμένοις. βεβαιουμένης δὲ τῆς μισθώσεως, ἀποδότωσαν οἱ μεμισθωμένοι εἰσκομισάμενοι τὰ δηλούμενα γένη ἐφʼ ἅλω Φοκώου, τὸν μὲν πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον, καὶ τὴν κριθὴν ὁλομερῆ νέαν καθαρὰν ἄβωλον καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος πάντα μέτρῳ χοινικίῳ παραλημπτικῳ τοῦ γεούχου σὺν τοῖς εἰς σπέρματα καὶ τῶν διαφόρων, τῶν παρʼ αὐτοῦ ἑαυτοῖς μετρούντων, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε αὐτῶν ἀλληλενγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται [---]

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left