Unregistered user (3.17.187.193). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 21949 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/21949

Information mentioned in this text

    TM 21949

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.oxy.14.1638Adupl

    Αὐρήλιοι Ἀφοῦς καὶ Τααρπαῆσις ἐκ μητρὸς Σινθώνιος καὶ οἱ ὁμοπάτριοι ἀδελφοὶ Ἀρὲτ καὶ Σαρᾶς ἐκ μητρὸς Ταμμωνᾶτος οἱ τέσσαρες Ψεναμούνιος Παυσείριος ἀπὸ κώμης Σενοκώμεως, ἡ δὲ Τααρπαῆσις χωρὶς κυρίου τέκνων δικαίῳ παρόντος καὶ εὐδοκοῦντος ?[....................] ἀλλήλοις χαίρειν. ἐπεὶ ὁ κοινὸς ἡμῶν πατὴρ καὶ δηλούμενος Ψεναμοῦνις ἐτελεύτησεν ἐπί τε ἡμῖν τοῖς προκειμένοις καὶ τοῖς ἀφήλιξιν ἡμῶν ἀδελφοῖς ?[---] καὶ ?[---] καὶ Σάμμι ἐκ μητρὸς τῆς προτεταγμένης Ταμμωνᾶτος τοῖς ἑπτὰ κληρονόμοις, καὶ τὰ ὑπʼ αὐτοῦ καταλειφθέντα πάντα ὄντα ἐν ψιλῷ τόπῳ καὶ σιτικαῖς ἀρούραις καὶ ἐνδο?μενικοῖς σκεύεσι καὶ ἄλλοις καὶ τετραπόδοις καὶ δουλικοῖς σώμασι τέσσαρσι Πανεχώτῃ? ὡς ἐτῶν [..] καὶ [---] ὡς ἐτῶν [..] καὶ Σινθῶνει ὡς ἐτῶν κε καὶ τῇ ταύτης θυγατέρι Ταπάτρει ὡς ἐτῶν ι, κοινὰ ὄντα διῃρήκαμεν ?, ἔδοξεν δὲ τῷ Ἀφοῦτι καὶ τῇ Τααρπαήσει τῶν καταλειφθέντων ἐπὶ μόνοις τισὶν ἀρκεσθῆναι καὶ λαβεῖν εἰς τὸ κατʼ αὐτοὺς μέρος τῆς κληρονομίας τὸν [---] ἐν κώμῃ Σενοκώμει μετὰ τῆς πατρικῆς οἰκίας αὐτῶν ψιλὸν τόπον βίκου ἑνός, οὗ γείτονες νότου ψιλὸς τόπος ?[---], βορρᾶ [---], ἀπηλιώτου εἴσοδος καὶ ἔξοδος, λιβὸς Ὀννώφριος καὶ ἄλλων, καὶ περὶ τὴν αὐτὴν κώμην ἐκ τοῦ [---] κλήρου ἀπὸ τῶν προκειμένων σιτικῶν ἀρουρῶν ?[---] ἀρούρας τρεῖς ἥμισυ, ὧν ὅλων γείτονες νότου ὁδός, βορρᾶ Παταύριος καὶ ἄλλων, ἀπηλιώτου [---], λιβὸς Σαραπίωνος ἄρξαντος Ἀλεξανδρίας, καὶ ἀπὸ τῶν προκιμένων δουλικῶν σωμάτων μέρη δύο ἀπὸ μερῶν ἑπτὰ ?[---] τῶν ἐπιβαλλόντων αὐτοῖς μερῶν ἀπὸ τῶν προκιμένων καταλειφθέντων παντοίων πάντων ὑπὸ τοῦ πατρὸς ?[---] καὶ μηδεμίαν ἔφοδον ἢ ἐπέλευσιν αὐτοὺς ἔχειν εἴς τινα ἕτερα τῶν τῆς κληρονομίας παρὲξ τοῦ προκειμένου ψιλοῦ τόπου καὶ τῶν σιτικῶν ἀρουρῶν τριῶν ἡμίσους καὶ τῶν μερῶν δύο τῶν δουλικῶν σωμάτων, ἐφʼ ᾧ τε καὶ τοὺς περὶ τὸν Ἀρὲτ’ καὶ τὸν Σαρᾶν τελέσαι πάντα τὰ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα δημόσιά τε καὶ γεουχικὰ καὶ ἰδιωτικὰ ὀφειλήματα, καὶ τὴν ἀπόδοσιν τούτων ποιήσασθαι ἃμα τοῖς ἑτέροις ἀδελφοῖς ?, καὶ ἀπαρενοχλήτους καὶ ἀζημίους παρέξειν τόν τε Ἀφοῦν καὶ τὴν Τααρπαῆσιν περὶ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου καθʼ ὁνδηποτοῦν τρόπον, παρέξειν δὲ τὸν Ἀρὲτ καὶ τὸν Σαρᾶν τοὺς ἑτέρους καὶ δηλουμένους ἀφήλικας ἀδελφοὺς ἐν ἡλικίᾳ γενομένους εὐδοκεῖν τῇδε τῇ ὁμολογίᾳ ?, [---] τῶν ἐπιβαλλόντων αὐτοῖς μερῶν τῶν τῆς κληρονομίας ταῖς ἐνγεγραμμέναις αἱρέσεσιν ἀλ[---] περὶ πάντων πεισθέντες ὁμολογοῦσιν οἱ μὲν περὶ τὸν Ἀφοῦν καὶ Τααρπαῆσιν ἑκουσίως καὶ αὐθαιρέτως καὶ ἀμετανοήτως ?[---] ι τῶν ἐπιβαλλόντων αὐτοῖς μερῶν ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον καὶ μηδεμίαν ἔφοδον ἢ ἐπέλευσιν ποιήσασθαι περὶ ὧν ἔσχαμ?εν μερῶν ἐφʼ οἷς καὶ ἡρκέσθησαν, τοῦ τε προκιμένου ψιλοῦ τόπου καὶ τῶν σιτικῶν ἀρουρῶν τριῶν ἡμίσους καὶ τῶν μερῶν δύο τῶν δουλικῶν σωμ?άτων, κυριεύειν δὲ ὁμοίως ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον καὶ χρᾶσθαι ἡμᾶς καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἑὰν αἱρώμεθα ἀνεμποδίστως σὺν ἐκγόνοις καὶ τοῖς παρʼ ἡμῶν μεταλημψομένοις, οἱ δὲ περὶ τὸν Ἀρὲτ’ καὶ Σαρᾶν [........] τως?[...] τῶν καταλειφθέντων ὡς πρόκειται ὑπὸ τοῦ πατρὸς ἅμα τοῖς ἑτέροις ἀδελφοῖς καὶ χρήσασθαι καὶ αὐτοὺς ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτῶν μεταλημψομένοις καὶ τὴν ἀπόδοσιν ποιήσασθαι τῶν πάντων ὀφειλομένων ὑπὸ τοῦ πατρός, καὶ ἀπαρενοχλήτους παρέξειν τὸν Ἀφοῦν καὶ Τααρπαῆσιν περὶ παντὸς τοῦ ἐπελευσομένου, καὶ παρέξειν τοὺς ἀφήλικας εὐδοκεῖν τῇδε τῇ ὁμολογίᾳ ἐν ἡλικίᾳ γενομένους, καὶ βεβαιώσειν τοῖς περὶ τὸν Ἀφοῦν τὰ ἐν αὐτοῖς ἐνγεγραμμένα ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπό τε ὀφειλῆς καὶ κατοχῆς πάσης καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ἔτι δὲ καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ τελεσμάτων πάντων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως τοῦ ἐνεστῶτος ζ ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ζ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος η ἔτους τούτων πρόσφορα εἶναι τῶν περὶ τὸν Ἀφοῦν, πρὸς οὓς καὶ εἶναι τὰ τοῦ αὐτοῦ η ἔτους δημόσια τελέσματα. κύρια τὰ τῆς ὁμολογίας γράμματα ὀκτασσὰ γραφέντα πρὸς τὸ ἑκάτερον μέρος ἔχειν δισσόν, ἅπερ ὁπηνίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν ἀνοίσουσι διὰ δημοσίου, οὐ προσδεόμενοι τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ ἑτέρας συνευδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένη διὰ τοῦ καταλογείου δημοσιώσει, καὶ ἐπερωτήσαντες ἀλλήλους ἐπὶ τούτοις ὡμολόγησαν. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου Γοθ?ικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαρμοῦθι κδ. Αὐρήλιοι Ἀπποῦς καὶ Ταερπαῆσις [---] τῶν μερῶν τῆς πάσης πατρικῆς κληρονομίας καὶ ἠρκέσθημεν ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις [.......] τοῦ ἐνγαίο?υ καὶ τῶν μερῶν δύο τῶν δουλικῶν σωμάτων ἐπὶ πᾶσι τοῖς προκιμένοις, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Λεωνίδης Καλλιστράτου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Αὐρήλιοι Ἀρὲτ καὶ Σαρᾶς εὐδοκοῦμεν πᾶσι τοῖς προκειμένοις καὶ πάντα ποιήσομεν καὶ ἀζημίους καὶ ἀπαρενοχλήτους παρέξομεν τοὺς περὶ τὸν Ἀφοῦν ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. [---] ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. [---]

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- with highlights of Places (omit)

- without highlights of People (add)

- with highlights of Gods (omit)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left