TM 22345
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.lips.1.34dupl_1
τοῖς γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταις Φλαυίοις Οὐάλεντι καὶ Γρατιανῷ καὶ Οὐαλεντινιανῷ αἰωνίοις Αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Φλαυίου Ἰσιδώρου ὀφφικιαλίου τάξεως ἡγεμονίας τῆς ὑμετέρας Θηβαίδος. κατὰ τὴν πρώτην ἐπινέμησιν, θειότατοι βασιλεῖς, ἐνεχειρίσθην παρὰ Ἀμμωνᾶ ἀπὸ διαψηφιστῶν τῆς ἡμετέρας τάξεως χρυσοῦ νομισμάτια διακόσια τριάκοντα ὀκτώ, ὥστε διακομίσαι καὶ παραδοῦναι Διοσκουρίδῃ τινὶ Ἑρμουπολίτῃ ὄντι ἐν τῷ θείῳ κομιτάτωι καὶ παραγενόμενος πρὸς τὸν προειρημένον τὰ μὲν καταβέβληκα αὐτῷ, χρυσοῦ νομισμάτια ἑξήκοντα ἕν, λαβὼν παρʼ αὐτοῦ ἀποχήν, ὑπελείφθη δὲ παρʼ ἐμοὶ ἕτερα νομισμάτια ἑκατὸν ἑβδομήκοντα ἑπτά, χρείας μὴ ἐπειγούσης. καὶ συνέβη ἔκ τινος πονηροῦ δαίμονος σύλησιν γενέσθαι τούτου τοῦ ὑπολειφθέντος παρʼ ἐμοὶ χρυσίου, ὡς καὶ μεμαρτυρήκασιν ἐμοὶ πολλοὶ Θηβαῖοι τηνικαῦτα παρόντες, Ζηναγένης ὁ δηφήνσωρ καὶ οἱ πρεσβεύσαντες ὑπὲρ τῆς ἐπαρχείας Μακάριός τε καὶ Φιλαπόλλων καὶ ἄλλοι ἀξιόπιστοι. καὶ τούτῳ τῷ πταίσματι περιπεσὼν ἐπανῆλθον εἰς τὴν τάξιν. ἀλλʼ οἱ πολιτευόμενοι τῆς Ἑρμοῦ πόλεως οἱ δεδωκότες τὸ χρυσίον Ἀμμωνᾷ προσῆλθον τῷ λαμπροτάτῳ Περγαμίῳ τῷ ἡγουμένῳ τοῦ ἔθνους, φάσκοντες διακατέχειν με τὸ χρυσίον καὶ ἐξετάσεως γεγενημένης καὶ τῶν μαρτύρων καταθεμένων ἐν ὑπομνήμασι, ῥητόν τινα χρυσίον ἐκελεύσθην παρασχεῖν αὐτοῖς τοῦ ὑπολοίπου λογισθέντος αὐτοῖς εἰς συμπλήρωσιν τοῦ λόγου ἐν διαγνωστικοῖς ὑπομνήμασιν. καὶ πάντα τὰ ἐμαυτοῦ διαπωλήσας, καὶ σχεδὸν εἰπεῖν μέχρις αὐτῶν τῶν φιλτάτων μου ἔφθασα, μάλα μόγις ἐδυνήθην εἰσενεγκειν. διὰ τοῦτο δέομαι τῆς οὐρανίου ὑμῶν τύχης ἐπινεῦσαι βέβαια καὶ ἀσάλευτα μένειν τὰ περὶ ταύτης τῆς ὑποθέσεως πεπραγμένα ἐξ ἀντικαθεστώτων ὑπομνήματα, τῶν νόμων οὕτως κελευόντων μὴ δεῖν παρασαλευθῆναι τὰ ὑπὸ τοῦ ἄρχοντος ἅπαξ ἀποφανθέντα ἐξ ἀντικαθεστώτων, βοηθοῦντος τοῦ ἄρχοντος τῆς χώρας. τούτου δὲ τυχὼν χάριτας ἀειμνήστους τῇ ὑπερλάμπρῳ ὑμῶν εὐσεβίᾳ διὰ παντὸς ὁμολογήσω.p.lips.1.34dupl_2
ἰσον τῆς χειρὸς ἧς δέδωκεν Διοσκουρίδης Ἀμμωνᾷ τῷ ἀπὸ διαψηφιστῶν ὅτε ἐξητήθη τὸ πρᾶγμα τοῦ χρυσίου. Φλαυίῳ Εὐτυχίῳ τῷ λαμπροτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίου Διοσκουρίδου Σιλβανοῦ βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτου χρυσοῦ τιρώνων. ὑπεδεξάμην παρὰ Ἰσιδώρου ὀφφικιαλίου ἐν Ἱερᾷ πόλει λόγου ἐνδυμάτων τιρώνων ια καὶ ιδ ἰνδικτιόνων χρυσοῦ νομισμάτια ἑξήκοντα ἕν, γίνεται χρυσοῦ νομισμάτια ξα καὶ ἵνα μηδὲν λάθῃ σου τὸ μεγαλεῖον ἀναφέρω, ἡγεμὼν κύριε. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ δ. αὐθεντικὴ δέησις εἰς θείο?υς περὶ τῆς οἰκίας?Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- with highlights of People (omit)
- without highlights of Gods (add)
- with highlights of Text Irregularities (omit)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)