TM 22345
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.lips.1.34dupl_1
1 [τοῖς] γῆς καὶ [θα]λάττης καὶ παντὸς [ἀ]ν̣θ̣ρώπων ἔθνος* καὶ γένους δεσπότας* Φλλλ(αυίοις)* Οὐάλεντι καὶ2 Γρατιαν[ῷ] [κ]αὶ Οὐαλεντινιαν[ῷ] αἰων[ί]οις Αὐγούστοις δέησις καὶ ἱκεσία
3 παρὰ Φλαυίου [Ἰ]σιδώρου ὀφφ(ικιαλίου) τάξεως ἡγεμονίας τῆς ὑμετέρας Θηβαίδος. κατὰ τὴν πρώτην
4 ἐπινέμησιν, [θει]ότατο[ι] βασιλεῖς, [ἐ]νεχειρ[ί]σθην παρὰ Ἀμμωνᾶ ἀπὸ διαψηφιστῶν τῆς ἡμετέρας τάξεως
5 χρυσοῦ νομισμ[άτ]ια δι[α]κόσια τριάκοντα ὀκτώ, ὥστε [δ]ι̣α̣κομίσαι καὶ παραδοῦναι Διοσκουρίδῃ τινὶ Ἑρμουπολίτῃ
6 ὄντι ἐν τῷ θείῳ κομιτάτωι̣ καὶ παρ[α]γενόμενος πρὸς τὸν προειρημένον τὰ μὲν καταβέβληκα αὐτῷ,
7 χρυσοῦ νομι[σ]μ[άτ]ια ἑξήκοντα ἕν, λαβὼν παρʼ αὐτοῦ ἀποχήν, ὑπελείφθη δὲ παρʼ ἐμοὶ ἕτερα νομισμάτια
8 ἑκατὸν ἑβδ[ομ]ήκοντα ἑπτά, χρείας μὴ ἐπιγούσης*. καὶ συνέβη ἔκ τινος πονηροῦ δαίμονος σύλησιν γενέ-
9 σθαι τούτου [τοῦ] [ὑ]πολ̣ειφθέντος παρʼ ἐμοὶ χρυσίου, ὡς καὶ μεμαρτυρήκασιν ἐμοὶ πολλοὶ Θηβαῖοι τηνικαῦτα
10 παρόντες, Ζ[ηναγ]ένης ὁ δηφήνσ[ω]ρ καὶ οἱ πρεσβ[εύ]σαντες ὑπὲρ τῆς ἐπαρχιου* Μακάριός τε καὶ Φιλαπόλλων
11 καὶ ἄλλοι ἀξιό[πισ]τοι. καὶ τούτῳ τῷ π[τ]έ̣σματι* περιπεσὼν ἐπανῆλθον εἰς τὴν τάξιν. ἀλλʼ οἱ πολιτευόμενοι
12 τῆς Ἑρμο[ῦ] π[όλεως] [ο]ἱ δεδω̣κ̣[ότες] [τὸ] [χρ]υ̣σ̣ίον Ἀμ̣μ̣ω̣νᾷ προσῆλθον τῷ λαμπροτάτῳ Περγαμίῳ τῷ [ἡ]γου-
13 μένῳ τοῦ ἔ̣[θνους], φ̣άσκοντε[ς] [διακ]ατέχειν με τὸ χρυσίον καὶ ἐξετάσεως γεγενημένης καὶ τ̣ῶν
14 μαρτύρων [καταθεμ]ένων ἐ[ν] [ὑ]πομνήμασι, ῥητόν τινα χρυσίον ἐκελεύσθην παρασχεῖν αὐτοῖς
15 τοῦ ὑπολοί[που] [λογισθέν]τος αὐτ[οῖς] ε̣[ἰ]ς συμπλήρωσιν τοῦ λόγου ἐν διαγνωστικοῖς ὑπομνήμασιν.
16 καὶ πάντα τ̣[ὰ] [ἐμαυτοῦ] διαπωλή[σας], κα[ὶ] σχεδὸν εἰπεῖν μέχρις αὐτῶν τῶν φιλτάτων μου ἔφθα[σ]α,
17 μ̣άλα μόγις ἐδ[υνήθη]ν εἰσεν[εγ]κειν. διὰ τοῦτο δέομαι τῆς οὐρανίου ὑμῶν τύχης ἐπινεῦσαι
28 [β]έ̣βαια καὶ ἀσάλευτα [μέ]νειν τὰ περὶ ταύτης τῆς ὑποθέσεως πεπραγμένα ἐξ ἀντικαθεστώτων
19 [ὑ]πομνη[μά]τω[ν]*, [τ]ῶν νόμων οὕτως κελευόντων μὴ δεῖν παρασαλευθῆναι τὰ ὑπὸ τοῦ ἄρχοντος
20 ἅπαξ ἀποφανθ[έν]τα ἐξ ἀντικαθεστώτων, βοηθοῦντος τοῦ ἄρχοντος τῆς χώρας. τούτου δὲ τυχὼν
21 χ̣άριτας ἀειμ̣νήσ̣[τους] [τ]ῇ ὑπερλ̣άμπρῳ ὑμῶν εὐσεβίᾳ διὰ παντὸς ὁμολογήσω.
p.lips.1.34dupl_2
1 ἰσον τῆς χειρὸς ἧς δέδωκεν Διοσκουρίδης2 Ἀμμωνᾷ τῷ ἀπὸ διαψηφιστῶν ὅτε
3 ἐξητήθη τὸ πρᾶγμα τοῦ χρυσίου.
4 Φλαυίῳ Εὐτυχίῳ τῷ λαμπροτάτῳ ἡ[γ]εμόνι
5 π(αρὰ) Αὐρηλίου ⟦αυρηλιος⟧ Διοσκουρίδου ⟦διοσκουριδης⟧ Σιλβανοῦ βουλετης*
6 Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτου
7 χρυσοῦ τιρώνων. ὑπεδεξάμην παρὰ Ἰσιδώρου
8 ὀφ(φικιαλίου) ἐν Ἱερᾷ πόλει λόγου ἐνδυμάτων τιρώνων
9 ια καὶ ιδ ἰνδικτιόνων χρυσοῦ νομισμάτια ἑξή-
10 κοντα ἕν, γί(νεται) χρυσοῦ νομ(ισμάτια) ξα καὶ ἵνα μιδὲν*
11 λάθῃ σου τὸ μεγαλεῖον ἀ̣ν̣α̣φέρω, ἡγεμὼν
12 κύριε.
13 ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ
14 καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ δ.
15 αὐθ̣εντικὴ δέη̣σ̣ι̣ς̣ ἰ̣ς̣* θ̣εί̣[ο?]υ̣ς̣ περὶ τῆς οἰκίας?
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)