Unregistered user (3.129.249.101). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 22372 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/22372

Information mentioned in this text

    TM 22372

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.lips.1.62_1

    1 μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ
    2 τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκιτίου τοῦ λαμπροτάτου
    3 ____ Ἁθὺρ ιδ
    4 Αὐρήλιος Ἆπις Σαΐτιος πολιτευόμενος Ἀντινόου
    5 πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχείας
    6 Θηβαίδος Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως
    7 ἡγεμονίας Θηβαίδος χαίρειν. ἀκολούθως
    8 τοῖς προσταχθεῖσιν ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου
    9 τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου
    10 Περγαμίου ὑπεδεξάμην παρά σου χρυσοῦ
    11 νομισμάτια δεσποτικὰ ἁπλᾶ ἄνευ σταθμοῦ
    12 καὶ ὀμβρύξης καὶ ἀναλώματος ἀριθμῷ
    13 ἑβδομήκοντα δύο τὰ λογισθέντα ὑπὲρ ὀνόματος
    14 τῆς Ἑρμοῦ πόλεως εἰς λόγον χρυσοῦ
    15 τειρώνων τῶν παλαιῶν χρόνων γίνεται
    16 χρυσοῦ νομισμάτια ξβ καὶ ἐξεδόμην σοι ταύτην τὴν
    17 ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ
    18 βεβαίαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἆπις
    19 προκείμενος ὑπεδεξάμην χρυσοῦ νομισμάτια
    20 ἑβδομήκοντα δύο ἁπλᾶ ἄνευ σταθμοῦ καὶ
    21 ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξεδόμην τὴν ἀποχὴν
    22 ὡς πρόκειται.
    23 ____ διʼ ἐμοῦ Ἀντινόου ἐτελειώθη.

    p.lips.1.62_2

    1 ἀποχὴ τοῦ χρυσώνου Ἄπιτος νομισματίων ξβ Ἁθὺρ ιδ.

    p.lips.1.62_3

    μετὰ τὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτων.
    2 Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης ἑξῆς ὑπογράφων χρυσώνης
    3 ἐπαρχείας Θηβαίδος Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων
    4 τῶν ἀπὸ ἕκτης ἕως ἐνάτης ἰνδικτίονος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ
    5 λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου διά τε σοῦ τοῦ ὑποδέκτου καὶ διὰ τῶν ἑξῆς
    6 ὑποτεταγμένων ὑπὲρ τῆς σῆς πολιτείας λόγου χρυσοῦ τιρώνων ἀπὸ ἕκτης ἕως ἐνάτης καὶ
    7 αὐτῆς ἐπὶ τὸ αὐτὸ χρυσοῦ λίτρας τριάκοντα μετά τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος γίνεται χρύσου λίτραι λ
    8 οὕτως ·
    9 διὰ μὲν σοῦ τοῦ ὑποδέκτου χρυσοῦ λίτρας κζ, διὰ Θεοφάνους ἐξάκτορος χρυσοῦ λίτρας β,
    10 διὰ δὲ Ἀγαθοκλέους ἐξάκτορος χρυσοῦ οὐγκίας γ, καὶ διὰ τῶν ἀπὸ κώμης Μιχώλεως χρυσοῦ οὐγκίας ϛ,
    11 διὰ Ὑπερεχίου ἐξάκτορος χρυσοῦ οὐγκίας γ,
    12 καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν πανταχοῦ ἐπιφερομένην
    13 καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην παρὰ σοῦ καὶ διαφόρων ὀνομάτων ἐπὶ τὸ αυτὸ χρυσοῦ
    14 λίτρας τριάκοντα γίνεται λίτραι λ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξέδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται.
    15 μετὰ τὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτων
    16 Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων
    17 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων χαίρειν.
    18 ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου
    19 Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ καὶ
    20 αὐτῆς ἰνδικτίονων χρυσοῦ λίτρας εἴκοσι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος γίνεται χρυσοῦ λίτραι κ καὶ
    21 ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην
    22 μετὰ τῆς καταβολῆς Ἑρμοδώρου ζυγοστάτου ὑπέρ σου χρυσοῦ λίτρας κ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ
    23 ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν ὡς πρόκειται.
    24 μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων.
    25 Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων
    26 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων χαίρειν.
    27 ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου
    28 Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρώνων
    29 τῶν ἀπὸ ϛ ἕως θ ἰνδικτιόνων καὶ αὐτῆς χρυσοῦ λίτρας δέκα πέντε καὶ οὐγκίας ἓξ μετὰ τῆς ὁρισθείσης
    30 ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν κυρίαν οὖσαν πανταχοῦ
    31 ἐπιφερομένην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. οὕτως ἡ καταβολή ·
    32 διὰ μὲν σοῦ τοῦ ὑποδέκτου λίτρας ιγ οὐγκίας δ
    33 διὰ Δωροθέου καὶ Ζηνοδότου λίτρας β οὐγκίας β.
    34 Κλαύδιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην διὰ σοῦ καὶ τῶν ῥιπαρίων χρυσοῦ λίτρας δέκα
    35 πέντε οὐγκίας ἓξ γίνεται χρυσοῦ λίτραι ιε οὐγκίαι ϛ μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκά σοι ταύτην
    36 τὴν ἀποχὴν ὡς πρόκειται.

    p.lips.1.62_4

    1 μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων.
    2 Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἐξῆς ὑπογράφων
    3 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ χαίρειν.
    4 ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου
    5 Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ
    6 καὶ αὐτῆς ἰνδικτιόνων χρυσοῦ λίτρας δέκα ὀκτὼ γίνεται χρυσοῦ λίτραι ιη μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ
    7 ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις ὁ προκείμενος
    8 χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας δέκα ὀκτὼ γίνεται χρυσοῦ λίτραι ιη μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος
    9 καὶ ἐξέδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται.
    10 καὶ ἀπὸ ἐνταγίων Χούιτος χρυσώνου ὁμοίως διαφόρων τίτλων καὶ διαφόρων ἰνδικτιόνων οὕτως
    11 ὡς ἑξῆς δηλοῦται. Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδέκτῃ χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην
    12 παρά σου ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρεῖς ὀμβρύζης καὶ
    13 ἀναλώματος γίνεται χρυσοῦ λίτραι λη οὐγκίαι γ διαφόρων τίτλων χωρὶς διαστολῶν ἀκύρων οὐσῶν ἑτέρων
    14 ἐνταγίων ἀπὸ ἰνδικτίονος ιγ καὶ ἀπὸ ιδ ἰνδικτίονος καὶ λοιπάδων · ἀπεστάλησαν εἰς τοὺς θείους θησαυροὺς Ἁθὺρ η
    15 πεντεκαιδεκάτης ἰνδικτίονος, εἴτε ἐν σταθμῷ εἴτε ἐν νομισματίοις. Χοῦις χρυσώνης σεσημείωμαι
    16 χρυσοῦ καθαροῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρεῖς γίνεται χρυσοῦ λίτραι λη οὐγκίαι γ μόνας.
    17 μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων ἐπάρχων.
    18 Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων.
    19 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως ὑποδέκτῃ χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς
    20 προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην
    21 παρὰ σοῦ ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ ἀρουρατίονος διγραμμ[..] τῆς ιβ ἰνδικτίονος χρυσοῦ λίτρας
    22 δέκα γίνεται χρυσοῦ λίτραι ι μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην
    23 τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας
    24 δέκα γίνεται χρυσοῦ λίτραι ι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα ταύτην τὴν ἀποχὴν ὡς πρόκειται.
    25 ἄλλο ἐντάγιον Χούιτος ὁμοίως.
    26 Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδέκτῃ χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην παρά σου ὁμοίως
    27 ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας δεκατέσσαρας οὐγκίας δύο γράμμα ἓν μετὰ τῆς ὀμβρύζης
    28 καὶ ἀναλώμασι γίνεται χρυσοῦ λίτραι ιδ οὐγκίαι β γράμμα α διαφόρων τίτλων χωρὶς διαστολῶν ἀκύρων οὐσῶν
    29 ἑτέρων ἄλλων ἐνταγίων ἀπὸ ἰνδικτίονος ιγ ἕως ιδ καὶ λοιπάδων καὶ ἀπεστάλησαν εἰς τοὺς θείους
    30 θησαυροὺς Ἁθὺρ η πεντεκαιδεκάτης ἰνδικτίονος καὶ ὑπὲρ Αἰλιανοῦ ἐξάκτορος χρυσοῦ νομισμάτια
    31 ἑκατὸν λίτραν μίαν οὐγκίας τέσσαρας γράμματα δέκα ἕξ, ἔστι δὲ ἐν σταθμῷ εἴτε ἐν νομισματίοις.
    32 Χοῦις χρυσώνης σεσημείωμαι χρυσοῦ λίτρας ιδ οὐγκίας β γράμμα α. καὶ ὑπὲρ Αἰλιανοῦ καθαροῦ
    33 νομισμάτια ἑκατὸν. Χοῦις σεσημείωμαι.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- including line breaks (omit)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- without highlights of Places (add)

- with highlights of People (omit)

- with highlights of Gods (omit)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left