Unregistered user (18.117.145.203). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 22372 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/22372

Information mentioned in this text

    TM 22372

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.lips.1.62_1

    1 μετὰ τὴν ὑπατε[ία]ν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ
    2 τοῦ αἰωνίου Αὐγούσ[το]υ τὸ γ καὶ Ἐκιτίου τοῦ λαμπροτάτου
    3 ____ Ἁθὺρ [ι]δ
    4 Αὐρήλιος Ἆπις Σαΐτιος π[ο]λιτευόμενος Ἀντινόου
    5 πόλεως τῆς λαμπ[ρ]οτά[της] χρυσώνης ἐπαρχείας
    6 Θηβαίδος Φλαυ[ί]ῳ [Ἰσ]ιδώρῳ ὀφφ(ικιαλίῳ) τάξεως
    7 ἡγεμονίας Θη[β]αίδ[ο]ς χαίρειν. ἀκολούθως
    8 τοῖς προσταχθε[ῖσι]ν ὑπὸ τῆς ἐξουσίας τοῦ κ[υ]ρίου [μ]ου
    9 τοῦ λαμπροτάτο[υ] ἡγε[μ]όνος Φλαυί[ο]υ Πομπηίου
    10 Περγαμίο[υ] ὑπεδε[ξάμη]ν παρά [σου] [χρ]υσοῦ
    11 νομισμάτια δεσπο[τ]ι[κὰ] ἁπλᾶ ἄνε[υ] [στα]θμοῦ
    12 καὶ ὀμβρύξης καὶ ἀναλώματος ἀριθμῷ ἑβδο-
    13 μήκοντα δύο τὰ λογισθέντα ὑ̣π̣ὲ̣ρ̣ [ὀ]νόμ[ατος]
    14 τῆς Ἑρμοῦ πόλεως εἰ̣ς̣ λόγον χρυσο[ῦ] [τ]ειρώ-
    15 νων τῶν παλαιῶν χρό[ν]ων γίνεται
    16 χρ(υσοῦ) νο(μισμάτια) ξβ καὶ ἐξεδόμην σοι ταύτην τὴν
    17 ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαί-
    18 αν καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). Αὐρήλιος Ἆπις ὁ προκεί-
    19 μενος ὑπεδεξάμην χρυ(σοῦ) νομισμάτια ἑβδο-
    20 μήκοντα δύο ἁπλᾶ ἄνευ σταθμοῦ καὶ ὀμβρύ-
    21 ζης καὶ ἀναλώματος καὶ ἐξεδόμην τὴν ἀποχὴν
    22 ὡς πρόκειται.
    23 ____ διʼ ἐμοῦ Ἀντινόου ἐτελειώ(θη).

    p.lips.1.62_2

    1 ἀποχὴ τοῦ χρυσώνου Ἄπιτος νομ̣ι̣σ̣μ̣α̣τ̣(ίων) ξβ Ἁθὺρ ιδ.

    p.lips.1.62_3

    μετὰ [τ]ὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτων.
    2 [Κ]λαύδιος Ἆπις Σαίτι[ο]ς πολιτευόμενος Ἀντιν[όο]υ [π]όλεως τῆς λαμπροτάτης ἑξῆς ὑπ[ο]γράφων χρυ[σ]ώ[ν]ης ἐ[π]α[ρ]-
    3 χ[ε]ίας Θ̣η̣βαίδος Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλ(ευτῇ) Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τ̣ι̣ρώνων
    4 τ̣ῶν ἀπὸ ἕκτης ἕως ἐννάτης* ἰνδικ(τίονος) χαίρειν. ἀκολούθω[ς] τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπρο-
    5 τάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρί[ο]υ ὑπεδ[ε]ξάμην παρά σου διά τε σοῦ τοῦ ὑποδέκτου καὶ διὰ τῶν [ἑξ]ῆ̣[ς]
    6 ὑποτε[τ]αγμένων ὑπὲρ τῆς σῆς πολιτίας* λόγου χρυσοῦ τιρώνων ἀπὸ ἕκτης ἕως ἐννάτης* καὶ
    7 αὐτῆς ἐπὶ τὸ αὐτὸ χρυ[σ]οῦ λίτρας τριάκοντα μετά τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος γί(νεται) χρ(ύσου) λί(τραι) λ
    8 οὕτως ·
    9 διὰ μὲν σοῦ τοῦ ὑποδέκτου χρ(υσοῦ) λί(τρας) κζ, διὰ Θεοφανοῦ* ἐξ(άκτορος) χρ(υσοῦ) λί(τρας) β,
    10 διὰ δὲ Ἀγαθοκλέους ἐξ(άκτορος) χρ(υσοῦ) οὐ(γκίας) γ, καὶ διὰ τῶν ἀπὸ κώμης Μιχώλ̣ε̣ως χρ(υσοῦ) οὐ(γκίας) ϛ,
    11 διὰ Ὑπερεχίου ἐξ(άκτορος) χρ(υσοῦ) οὐ(γκίας) γ,
    12 καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλιαν* κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν πανταχοῦ ἐπιφερομένη[ν]
    13 καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην παρὰ σοῦ καὶ διαφόρων ὀνομάτων ἐπὶ τὸ αυτὸ χρυσοῦ
    14 λίτρας τριάκοντα γί(νεται) λί(τραι) λ μετὰ [τ]ῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξέδωκά σοι τὴν ἀποχ[ὴ]ν ὡς πρόκειται.
    15 μετὰ τὴν ὑπατείαν Μεροβαύδου τ[ὸ] β καὶ Σατορνίνου τῶν λαμπροτατος*
    16 [Κ]λαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσ[ώ]νης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων
    17 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλ(ευτῇ) Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώ̣νων χαίρειν.
    18 ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου
    19 Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτίας* λόγου χρυ[σ]οῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ καὶ
    20 αὐτῆς ἰνδικτίονων χρυσ[ο]ῦ λίτρας εἴκοσι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος γί(νεται) χρ(υσοῦ) λί(τραι) κ καὶ ἐξε-
    21 δόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸ[ς] [ἀ]σφάλειαν καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). Κλαύδιος Ἆπις χρυσώνης ὑπεδε[ξ]άμην
    22 μετὰ τῆς καταβολῆς Ἑρμοδώρου ζυγοστάτου ὑπέρ σου χρ(υσοῦ) λί(τρας) κ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ
    23 ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν ὡς πρόκειται.
    24 μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων.
    25 Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόου πόλε[ω]ς χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων
    26 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλ(ευτῇ) Ἑρμοῦ πόλε[ως] τῆς λαμπροτάτης ὑποδεκτης* χρυσοῦ τιρώνων χαίρειν.
    27 [ἀκο]λούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσ[ίας] [τοῦ] κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου
    28 [Οὐ]λπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦ[ν] [ὑ]πὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρών[ων]
    29 τῶν ἀπὸ ϛ ἕως θ ἰνδικ(τιόνων) καὶ αὐτῆς χρυσοῦ λίτρας δέκα πέντε καὶ οὐγκίας ἓξ μετὰ τῆς ὁρισθείσης
    30 ὀμ[βρύ]ζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν κυρίαν οὖσαν πανταχοῦ ἐπι-
    31 φε[ρομ]ένην καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). οὕτως ἡ καταβολή ·
    32 διὰ μὲν σοῦ τοῦ ὑποδέκτου λί(τρας) ιγ οὐ(γκίας) δ
    33 διὰ Δωροθέου καὶ Ζηνοδότου λί(τρας) β οὐ(γκίας) β.
    34 Κλαύδιος Ἆ[π]ις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην [δ]ιὰ σοῦ καὶ τῶν ῥιπαρίων χρυσοῦ λίτρας δέκα
    35 πέντε οὐγκίας ἓξ γί(νεται) χρ(υσοῦ) λί(τραι) ιε οὐ(γκίαι) ϛ μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκά σοι ταύτην
    36 τὴν ἀποχὴν ὡς πρόκειται.

    p.lips.1.62_4

    1 μετὰ τὴν ὑπατείαν Ῥιγχο[μήρο]υ καὶ Κλεά[ρχ]ου τῶν λαμπροτάτων.
    2 Κλαύ̣δ̣ι̣ο̣ς̣ Ἆ̣π̣ι̣ς̣ Σ̣α̣ί̣τ̣ι̣ος πολιτευόμεν[ος] [Ἀντινόου] πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἐ[ξ]ῆς ὑπογράφων
    3 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλ(ευτῇ) Ἑρμοῦ [π]όλεως τῆς λαμπροτάτης ὑποδεκτης* χρυσοῦ χαίρειν. ἀκο-
    4 λούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου
    5 Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λό[γ]ο[υ] χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ
    6 καὶ αὐτῆς ἰνδικ(τιόνων) χρυσοῦ λίτρας δέκα ὀκτὼ γί(νεται) χρ(υσοῦ) λί(τραι) ιη μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώ-
    7 ματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλιαν* καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). Κλαύδιος Ἆπις ὁ προκείμενος
    8 χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας δέκα ὀκτὼ γί(νεται) χρ(υσοῦ) λί(τραι) ιη μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος
    9 καὶ [ἐξ]έδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται.
    10 καὶ ἀπὸ ἐνταγίων Χουιτι* χρυσωνη* ὁμοίως διαφόρων τίτλων καὶ διαφόρων ἰνδικτιόνων οὕτως
    11 ὡς ἑξῆς δηλοῦται. Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδεκτης* χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην
    12 παρά σου ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρῖς* ἐνβρύζης* καὶ ἀνα-
    13 λώματος γί(νεται) χρ(υσοῦ) λί(τραι) λη οὐ(γκίαι) γ διαφόρων τίτλων χωρ̣ὶς διαστολῶν ἀκύρων οὐσῶν ἑτέρων ἐντα-
    14 γίων ἀπὸ ἰνδικ(τίονος) ιγ καὶ ἀπὸ ιδ ἰνδικ(τίονος) καὶ λοιπάδων · ἀπ[ε]στάλησαν εἰς τοὺς θείους θησαυροὺς Ἁ̣θ̣ὺ̣ρ̣ η
    15 πεντεκαιδεκάτης ἰνδικ(τίονος), [ε]ἴδε* ἐν σταθμῷ εἴδε* ἐν νομισματί[ο]ις. Χοῦις χρυσώνης σεσημίωμαι*
    16 χρυσοῦ καθαροῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρῖς* γί(νεται) χρ(υσοῦ) λί(τραι) λη οὐ(γκίαι) γ μόνας.
    17 μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων ἐπάρχων.
    18 Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόου ⟦αντινολυ⟧ πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδ(ο)ς ἑξῆς ὑπογράφω̣ν̣.
    19 Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλ(ευτῇ) Ἑρμοῦ πόλεως ὑποδεκτης* χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προστα-
    20 χθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρί[ο]υ μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλ(αυίου) Οὐλ̣πίου Ἐρυθρίου ὑπεδεξάμην
    21 παρὰ σοῦ ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ ἀρουρατίονος διγραμμ[..] τῆς ιβ ἰνδικ(τίονος) χρυσοῦ λίτρας
    22 δέκα γί(νεται) χρ(υσοῦ) λί(τραι) ι μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην
    23 τὴν ἀποχὴν πρὸς ἀσφάλιαν* καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας
    24 δέκα γί(νεται) χρ(υσοῦ) λί(τραι) ι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα ταύτην τὴν ἀποχὴν ὡς πρόκ(ειται).
    25 ἄλλο ἐντάγιον Χούιτος ὁμοίως.
    26 Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδεκτης* χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην παρά σου ὁμοίως
    27 ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας δεκατέσσαρες* οὐγκία[ς] δ̣ύ̣ο̣ γ̣ρ̣ά̣μ̣μ̣α̣ ἓ̣ν̣ μ̣ε̣[τὰ] [τῆς] [ὀμ]βρύζης
    28 καὶ ἀναλώμασι γί(νεται) χρ(υσοῦ) λί(τραι) ιδ οὐ(γκίαι) β γρ(άμμα) α διαφόρων τίτλων χωρὶς διαστολῶν ἀκύρων οὐσῶν
    29 ἑτέρων ἄλλων ἐντα[γ]ίων ἀπὸ ἰνδικ(τίονος) ιγ ἕως ιδ καὶ λοιπάδων καὶ ἀπεστάλησαν εἰς τοὺς θείους
    30 θησαυροὺς Ἁθὺρ η πεντεκαιδεκάτη[ς] ἰ[ν]δικ(τίονος) καὶ ὑπὲρ Αἰλιανο[ῦ] ἐξάκτορος χρυσοῦ νομισμάτια
    31 ἑκατὸν λίτραν μίαν οὐγκίας τέσσαρας γρ[ά]μματα δέκα ἕξ, ἔστι δὲ ἐν σταθμῷ εἴδε* ἐν νομισματίοις.
    32 Χοῦις χρυσώνης σεσημίωμαι* χρυσοῦ λί(τρας) ιδ οὐ(γκίας) β γρ(άμμα) α. καὶ ὑπὲρ Αἰλιαν̣οῦ καθαροῦ νομισ-
    33 μάτια ἑκατὸν. Χοῦις σεσημ(είωμαι).

Display options

Text:

- original, uncorrected text with diacritics (omit)

- including line breaks (omit)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- without highlights of Places (add)

- with highlights of People (omit)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left