TM 22923
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
sb.8.9876
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ Ἐπεὶφ κβ τέλει τῆς παρούσης δωδεκάτης ἰνδικτίονος Ἡρακλέους πόλει. τῷ ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ ἀββᾷ Παύλῳ ἐπισκόπῳ τῆς ἁγίας καὶ μεγάλης ἐκκλησίας ταύτης τῆς Ἡρακλεοπολιτῶν μητροπόλεως Αὐρηλίαι Μάννα θυγάτηρ Ἰωάννου, μητρὸς Ἄνης καὶ Νύμφη, θυγάτηρ Ἀπολλῶ, μητρὸς Θαμούλης, μετʼ ἀγαπητοῦ ἐμοῦ Ἠλεία, υἱοῦ Πανπείου, διακόνου τῆς αὐτῆς ἁγίας ἐκκλησίας, πάντες ἀπὸ τῆς αὐτῆς πόλεως † μεμισθώκαμεν τῇ σῇ θεοφιλίᾳ κατὰ δίκαιον μισθαποχῆς ἀπὸ τῶν ὑπαρχόντων ἡμῖν ἐν πεδίοις κώμης Κτοήρεως τοῦ Ἡρακλεοπολίτου νομοῦ κλήρου Ταρέτταρυ ἀρούρας τέσσαρας ἀρούρας δ εἰς σπορὰν χόρτου εἰς τὸν σπόρον τῆς εὐτυχοῦς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος. καὶ αὐτόθι εἰς χεῖρας ἔδωκας πάντας τοὺς τούτων φόρους ἐκ πλήρους καθὼς μεταξὺ ἡμῶν συνήρησεν, ἡμῶν τῶν ἐκμισθωσαμένων ἐπιγιγνωσκουσῶν τὰ τούτων παντοῖα δημόσια τελέσματα. ἡ μισθαποχὴ κυρία, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρηλίαι Μάννα θυγάτηρ Ἰωάννου, καὶ Νύμφη, θυγάτηρ Ἀπολλῶ, αἱ προκίμεναι, μετʼ ἀγαπητοῦ ἐμοῦ Ἠλεία υἱοῦ Πανπείου διακόνου, πεποιήμεθα ταύτην τὴν μισθαποχὴν ὡς πρόκιται. Αὐρήλιος Χρῆστος Ἰωάννου ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων ⳨. χμγ † di emu Mena ἐτελείωθη διʼ ἐμοῦ Μηνᾶ.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)