Unregistered user (18.219.102.106). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 23522 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/23522

Information mentioned in this text

    TM 23522

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    chr.mitt.361

    μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ Τῦβι ιζ τῆς ιγ ἰνδικτίονος, ἐν Ἐλεφαντίνης πόλει τῆς ἄνω Θηβαίδος. Αὐρηλία Τηρουτήρου Πασμῆτος μητρὸς Τσενπαχνούμεως ἀπὸ Ἐλεφαντίνης πόλεως μετὰ συνεστῶτος τοῦ κυρίου αὐτῆς ἀνδρὸς Αὐρηλίου Δωροθέου Σερήνου ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Σαραπάμμωνι μητρὸς Ταπαμῶνος καὶ Τκαλῆτι ἐκ μητρὸς Θαήσιος καὶ τῇ ταύτης θυγατρὶ Αὐρηλίᾳ Λουσίᾳ γενομένοις μου δούλοις ὑπὲρ τοῦ ἐπιβάλλοντος μέρους χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως καὶ ἀμετανοήτως ἀφικέναι ὑμᾶς ἐλευθέρους τοῦ ἐπιβάλλοντός μοι μέρους ὑπὸ Γῆν καὶ Οὐρανὸν κατʼ εὐσεβείαν τοῦ πανελεήμονος Θεοῦ ἐλθόντος εἰς ἐμὲ ἀπὸ κληρονομίας τῆς μητρός μου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον καὶ ἀνθʼ ὧν ἐνεδείξασθέ μοι κατὰ χρόνον εὐνοίας καὶ στοργῆς ἔτι τε καὶ ὑπηρεσίας · τ?ρέπεσθαι οὖν ὑμᾶς κατὰ τὸ προκείμενόν μου μέρος καθὼς προεῖπον καὶ νέμεσθαι εἰς οὓς ἐὰν βούλησθε τόπους ἀκωλύτως καὶ ἀνεπιλήμπτως, εὐδοκεῖν γὰρ καὶ πείθεσθαι ἐμὲ τὴν ἐλευθεροῦσαν τοῖς ἐλευθερουμένοις εἰς τήνδε τὴν ἐλευθέρωσιν ἥκειν τοῖς ἐλευθερουμένοις καθὼς προδεδήλωται καὶ τοῖς ἐξ αὐτῶν ἐσομένοις εἴτε ἐπὶ θηλείοις τέκνοις εἴτε ἐπὶ ἑτέροις ἐκγόνοις, μήτε μὴν οἷς ἐὰν κτήσησθε τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ ἐντεῦθεν ἀκώλυτον ἔσται τῆς δουλείας, καὶ μὴ ἔξεσται δὲ μηδενὶ τῶν ἐμῶν κληρονόμων ἁπαξαπλῶς ἀντιλέγειν μου ταύτῃ τῇ εὐσεβείᾳ περὶ μηδενὸς κατὰ μηδένα τρόπον ἐκ μηδεμιᾶς ἀφορμῆς τῇ καθόλου διʼ ἣν καὶ αὐτοὶ τῷ χρόνῳ ἐνέδειξάν μοι εὔνοιαν καὶ φιλοστοργείαν, καὶ αὐτὴ ἀμειβομένη τὰς ἀμοιβὰς ἑκοῦσα καὶ πεπεισμένη ἧκον εἰς τήνδε τὴν ἐλευθερίαν ἥνπερ ἐθέμην κυρίαν καὶ βεβαίαν ἁπλῆν γραφεῖσαν πανταχοῦ ἐπιφερομένην ἐφʼ ὑπογραφῆς ἐμοῦ Δωροθέου τοῦ ἀνδρὸς αὐτῆς πρὸς αἰωνίαν ὑμῶν ἀσφάλειαν, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Τηρουτήρου Πασμῆτος ἡ προκειμένη ἐθέμην τὴν ἐλευθερίαν καὶ εὐδοκῶ πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Δωρόθεος Σερήνου ὁ προγεγραμμένος ἀνὴρ αὐτῆς συνέστην τῇ γυναικί μου καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Αὐρήλιος Τινισαεῖς Ἀμμωνᾶτος μαρτυρῶ. Αὐρήλιος Ἀμμώνιος Σωκράτους μαρτυρῶ. Αὐρήλιος Φιλουσίας Ἀντωνίου μαρτυρῶ. Αὐρήλιος Κύριλλος Παησίου μαρτυρῶ. Αὐρήλιος Τιμόθεος Ἀπολλωνίου ἀπὸ προεστώτων Ἐλεφαντίνης μαρτυρῶ.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left