Unregistered user (18.226.150.44). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 243 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/243

Information mentioned in this text

    TM 243

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    bgu.3.998_1

    [βα]σιλεύοντος Πτολεμαίου τοῦ καὶ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιδ [ἐφʼ] ἱερείων* καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ β ἐν Παθύρει [ἐφʼ] Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης [τῆς] ἐπιγονῆς ὡς (ἐτῶν) νε μέσος μελίχρω(ς) τετανὸς ἀναφάλακρος μακροπρόσω(πος) εὐθύριν οὐλὴ μήλῳ [ἀρισ]τερον* ἐπισ[κάζω]ν τὸν πόδα δεξιὸν συνεπικελεύοντος τω* τούτου υἱοῦ Ἁρπαήσιος [τοῦ] Ψενμεγχῆ[τος] [Πέ]ρσου ὡς (ἐτῶν) λ μεσος* μελίχρω(τος) ὑποκλαστος* μακροπροσώ(που) εὐθυριν* ἀσημος* [τὴν] ὑπάρχουσα[ν] [οἰ]κίαν ᾠκοδομημένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ [τὴν] προσουση[ς]* [αὐλῆν] τῆς* οὐσης* ἐν τῷ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες · νότου οἰκία Νεχού(του) [τοῦ] Πανεχ̣ά̣[του] [βορρ]ᾶ οἰκία Κεφάλωνος ἀπηλιώ(του) ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου [ἧς] [ἀν]ὰ μέσον ῥ[ύ]μη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεῆσις Ὀνηοῦς Πέρσης ὡς (ἐτῶν) μ [μέσος] μελίχρω(ς) ὑπόκλαστος οὐλὴ μετώπῳ χαλκοῦ τάλαντα τεσσαρες*. προπωλητὴς καὶ [βεβαιω]τὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο [Πετεῆ]σις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).

    bgu.3.998_2

    ἔτους ιδ Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ἀφίστασθαι ἀπὸ τῆς πεπραμένης οἰκίας ᾠκοδομημένης καὶ τεθυρω(μένης) καὶ τῆς προσούσης αὐλῆς τὴν* οὐσαν* ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες · νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώ(του) ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες, ἣν ἔθετο ὠνὴν Πετεήσι ἐπὶ τοῦ αὐτοῦ ἀρχείου πρὸς χαλκοῦ (τάλαντα) δ καὶ μὴ ἐπελεύ-σασθαι* μήτʼ αὐτὸς Ψενμεγχῆς μήδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεῆσιν μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπι-πορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτι(μον) παραχρῆμα χαλκοῦ τάλαντα ὀκτὼ καὶ ἱερα* βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρξ καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ <τὰ> προγεγραμμένα. ἡ δὲ ὁμολογία ἥτε* κυρία ἔστω πανταχῆ οὗ ἂν ἐπιφέρηται. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα)

Display options

Text:

- original, uncorrected text with diacritics (omit)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- with highlights of Places (omit)

- with highlights of People (omit)

- with highlights of Gods (omit)

- with highlights of Text Irregularities (omit)

- with highlights of Dates (omit)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select an abbreviation from the left