TM 2848
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.dion.20_1
βασιλευόντων Κλεοπάτρας θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος Σωτείρας καὶ Πτολεμαίου Ἀλεξάνδρου ἐπικαλουμένου, τοῦ υἱοῦ, θεοῦ Φιλομήτορος Σωτῆρος ἔτους δωδεκάτου τοῦ καὶ ἐνάτου, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων καὶ τῶν ἄλλων τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Περιτίου τετράδι καὶ εἰκάδι, Χοιὰχ τετράδι καὶ εἰκάδι, ἐν Κροκοδίλων πόλει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου Περσίνηι καὶ τῆι γυναικὶ αὐτοῦ Ἰσιδώραι Ἑρμοφίλου Περσίνηι, μετὰ κυρίου τοῦ αὐτοῦ Διονυσίου, πυροῦ στερεοῦ ἀρτάβας ἑκκαίδεκα, ἃς μεμέτρηνται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων ἡμιολίων, ἀρτάβαις ὀκτώ · τὸν δὲ πυρὸν καὶ τοὺς τόκους, τὰς πάσας πυροῦ ἀρτάβας εἴκοσι τέσσαρες, ἀποδότωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ προγεγραμμένου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας · ἐὰν δὲ μὴ ἀποδῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον · [---] [--------------------]p.dion.20_2
ἔτους ιβ τοῦ καὶ θ Χοιὰχ κδ · δάνειον Ἱππονίκου πρὸς Διονύσιον καὶ Σεναβέλλιν καὶ Ἰσιδώραν πυροῦ? ἀρταβῶν? κδ · ἀποδότωσαν Παῦνι τοῦ αὐτοῦ ἔτους · [---] συγγραφοφύλαξ · Ἀπολλώνιος Πολυκράτου.p.dion.20_3
Ἱππονίκου Ἀπολλωνίου Ἀγήνορος Διονυσίου Διονυσίου [---] Πτολεμαίου ἈπολλωνίουDisplay options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)