Unregistered user (18.217.63.133). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 2914 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/2914

Metadata

Date: about BC 246 Oct 9 - 245 Jan 17
cf. Hauben, Ancient Society, 49 (2019), p. 193 & n. 45

Provenance: Gurob - Egypt (EgyptThe Egyptian nome ca. 3rd cent. BC - AegyptusThe Roman provincia ca. 2nd cent. AD) [found]
Krokodilopolis (Medinet el-Fayum) - Egypt (EgyptThe Egyptian nome ca. 3rd cent. BC - AegyptusThe Roman provincia ca. 2nd cent. AD) [written]

Language/script: Greek

Material: papyrus

Incompletely preserved

Content (beta!): series of contracts labour

Recto/Verso: Ro/Vo, back: continuation

Note: reused as cartonnage

More info: DDbDP (PN)Duke Databank of Documentary Papyri => 114817 links in TM, HGVHeidelberger Gesamtverzeichnis der griechischen Urkunden aus Ägypten => 58606 links in TM

Information mentioned in this text

    TM 2914

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.petr.3.43_2

    |gap=1_lines| ἐν τῶι νομῶι γίνονται ϡμα ὀβολοὶ δ´ ἐφʼ ὧι ἀποτείσουσι τὸ ἥμισυ τοῦ παραδοθησομένου εἰς τὰ ἔργα ἐν τῶι γ ἔτει ἀπὸ τιμῆς ἐλαικῶν φορτίων ὧν ἂν μετρήσωσι εἰς τὸ βασιλικόν. ἐὰν δὲ μὴ μετρήσωσι φορτία, ἀποτείσουσι τὸ ἀργύριον ὅταν ἀπαιτηθῶσιν ἡμιόλιον. τὰ δὲ ἔργα συντελοῦσιν οὐθὲν ἐπικωλύοντες βρέχειν τὴν γῆν ἑαυτοῖς πάντα παρεχόμενοι ἀφʼ ἧς ἂν ἡμέρας τὸ ἀργύριον λάβωσιν ἐν ἡμέραις λ. δοθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται σκαφεῖα κ ἃ ἀποδώσουσιν ὡς ἂν συντελεσθῆι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμόν. τοῦ δὲ ἀργυρίου δοθήσεται αὐτοῖς ὅταν τὴν συγγραφὴν σφραγίσωνται τὸ ἥμισυ τῆς ἐργολαβίας χαλκοῦ εἰς κδ ὀβολοὺς τοῦ στατῆρος. ὅταν δὲ τοῦ δεδομένου ἀργυρίου ἀπεργάσωνται, λήμψονται τὸ λοιπόν. ε[---] ἐὰν δὲ μὴ ἐργάσωνται ἢ μὴ ποιῶσιν κατὰ τὰ γεγραμμένα, ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα |gap=1_lines| καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἐπαναπωλούμενον ἢ ἐπιμισθούμενον ἀνηλωθῆι ἀποτείσουσιν οἱ προγεγραμμένοι τό τε ἀργύριον ὃ ἂν προειληφότες ὦσι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτῶν ὁ βασιλεὺς διαγνώσεται. |gap=1_lines| λήμψονται [..]πιος ὁ παρὰ Σοήριος ἐξέλαβεν.

    p.petr.3.43_3

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Μεσορὴ κα ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ διὰ Ἑρμαφίλου τοῦ οἰκονόμου παρόντος Θεοδώρου τοῦ ἀρχιτέκτονος καὶ Ἰμούθου τοῦ παρὰ Πετοσείριος βασιλικοῦ γραμματέως Πτολεμαίωι [.................]ωι Δημη[....] [....]ηναιος καὶ [....]θρωι Νι[.]λης [..]ι τῶν ει[.] ἐργάσασθαι τὴν ἄμμον τοῦ ὑδραγωγοῦ ἐπὶ τῆς κατὰ Ἡφαιστιάδα διώρυγος παρὰ τὴν πέτραν τῆς Τιμοθέου νομαρχίας πρὸς τὴν βροχὴν τῆς τῶν κληρουχικῶν ἱππέων γῆς μῆκος ἐπι σχοινία ν καὶ ἀπο[...] ἐπὶ τοῦ πρὸς ἀπηλιώτην μέρους τῶν [.] [..]ν μῆκος ἐπὶ σχοινία [.]ϛ καὶ ἐπὶ τοῦ πρὸς λίβα μέρους ὁμοίως [---] ὥστʼ εἶναι τὰ πάντα σχοινία |gap=7_lines| [---] ἀωίλια [..] εἰς π[---] τῶν δ δραχμῶν γίνονται [---] ἐφʼ ὧι ἀποτείσουσι τὸ ἥμισυ τοῦ παραδοθησομένου εἰς τὰ ἔργα ἐν τῶι γ ἔτει ἀπὸ τιμῆς ἐλαικῶν φορτίων ὧν ἂν μετρήσωσι εἰς τὸ βασιλικόν. ἐὰν δὲ μὴ μετρήσωσι φορτία ἀποτείσουσι τὸ ἀργύριον ὅταν ἀπαιτηθῶσιν ἡμιόλιον. τὰ δὲ ἔργα συντελέσουσιν οὐθὲν ἐπικωλύοντες βρέχειν τὴν γῆν ἑαυτοῖς πάντα παρεχόμενοι ἀφʼ ἧς ἂν ἡμέρας τὸ ἀργύριον λάβωσιν ἐν ἡμέραις λ. δοθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται σκαφεῖα ιγ ἃ ἀποδώσουσιν ὡς ἂν συντελεσθῆι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμόν. τοῦ δὲ ἀργυρίου τὸ ἥμισυ λήμψονται ὅταν τὴν συγγραφὴν σφραγίσωνται καὶ τοὺς ἐγγύους καταστήσωνται τῆς ἐργολαβίας χαλκοῦ εἰς κδ ὀβολοὺς τοῦ στατῆρος. ὅταν δὲ τοῦ δεδομένου ἀργυρίου ἀπεργάσωνται [--------------------]

    p.petr.3.43_4

    |gap=1_lines| [---] ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἐὰν πλεῖον εὕρηι ἐπαναπραθὲν ἢ ἐπιμισθούμενόν τι ἀνηλωθῆι ἀποτείσουσιν οἱ ἐργόλαβοι τό τε ἀργύριον ὃ ἂν προειληφότες ὦσι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτῶν ὁ βασιλεὺς διαγνώσεται. ἐὰν δὲ μὴ [..] |gap=1_lines| [---] πρὸς [..]υσι κατὰ λόγον [---] τῆς Ὥρου νομαρχίας

    p.petr.3.43_5

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς [......] [.] ἐν Κροκοδείλων πόλει τοῦ Ἀρσινοίτου. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ ὑπὸ κήρυκα διὰ Ἑρμαφίλου οἰκονόμου, παρόντος Θεοδώρου τοῦ ἀρχιτέκτονος, Λων[..]ς τοῦ παρὰ Πετοσίριος τοῦ βασιλικοῦ γραμμματέως τὰς δύο γεφύρας τὰς ἐν Κερ[.]ν καθελεῖν καὶ παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις η καὶ παραφρυγανίσαι κατὰ τὴν [.]ν ἀπὸ τοῦ ἀγκῶνος ἐπὶ σχοινία λε, τὰς δύο γεφύρας τὰς ἐν [.] καθελεῖν καὶ πάλιν παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις ιδ, τὴν γέφυραν τὴν ἐν Ἱερᾶι Νήσωι καθελεῖν καὶ πάλιν παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις η καὶ παραφρυγανίσαι τὰ ἐγβεβρεγμένα ὑπὸ τοῦ ὕδατος σχοινία ε, τὸν καθʼ Ἱερὰν Νῆσον παραφρυγανισμὸν καθελεῖν καὶ πάλιν παραφρυγανίσαι ἐν τοῖς ἀσθενεστάτοις τόποις ἐπὶ σχοινία ιε, τὴν γέφυραν τὴν ἐν Θμοινώτιδι καθελεῖν καὶ πάλιν παραφρυγανίσαι καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις ιδ, τὴν γέφυραν τὴν ἐν Φνεβγεῖ καὶ τὴν ἄγουσαν εἰς Χαναανᾶιν καθελεῖν καὶ πάλιν παραφρυγανίσαι καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις η, τὴν γέφυραν τὴν ἐν τῶι Βουκότωι ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν ἐν τῆι Φυλακιτικῆι Νήσωι καθελεῖν καὶ πάλιν παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα, τὴν γέφυραν τὴν ἐπὶ τοῦ ὑδραγωγοῦ τοῦ εἰς τὸ Πτεροφορίωνος ἐποίκιον

    p.petr.3.43_6

    ἐργάσασθαι, ὡσαύτως τὰς τρεῖς γωνίας τὰς ἐπὶ τῆς διώρυγος τῆς ἀγούσης εἰς Λυσιμαχίδα ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν πρὸς τῶι Καλλιφάνους ἐποικίωι ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν ἐπὶ τοῦ ὑδραγωγοῦ τὸ διάχωμα [.]ν τὴν εἰς Τεβετνοιν ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν εἰς τὰς Καμίνους ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν κατὰ Κυνῶν πόλιν ἐργάσασθαι, ὡσαύτως καὶ καταπῆξαι καταπῆγας ἰσχύοντας τῶι μήκει βαθύτερον τοῦ θεμελίου πήχεα α ἀπέχοντας ἀλλήλων πήχεις [.] καὶ συνστρώσας σχοινίοις παραφρυγανιεῖ πάντα τὰ ἔργα ἀνοῦχι [...]ο [---][..] τῶι ἄνωθεν ἐπιτιθεμένωι [---] κάτω καὶ ἐπιβαλεῖ χοῦν τὸν ε[---]ν τῶν ἔργων τὸν ἀφαναρθέντα κατὰ [---] ὕψος [..] κατὰ φρεχ[.]ν |gap=1_lines| [....]υι ἐργαζόμενος τὰ [.....] δ[..]ν ὡσαύτως τοῖς ἄνω γεγραμμένοις παρέχων α[..........] ὕψος πήχεις β καὶ ἐπάνω διαζεῦξαι τὰς ἀφέσεις πάσας τὸ πλάτος πήχεις η. ἐγγύους δὲ καταστήσας ἀξιοχρέους τῶι οἰκονόμωι λήμψεται τὸ ἥμισυ τῆς ἐργολαβίας. ὅταν δὲ τοῦ δεδομένου ἀργυρίου ἀπεργάσηται, λήμψεται τὸ λοιπὸν [......] δοθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται σκαφεῖα τὰ ἱκανὰ, ἃ ἀποδώσει ὡς ἂν συντελέσηι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμὸν καὶ [..........] ἃ παρακομιεῖ ἑαυτῶι. ἐὰν δὲ μὴ ἐργάσηται ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἀναπωλούμενον ἢ ἐπιμισθούμενόν τι καθʼ ἡμέραν ἀνηλωθῆι, ἀποτείσει ὁ ἐργόλαβος τό τε ἀργύριον ὃ ἂν προειληφὼς ἦι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτοῦ ὁ βασιλεὺς διαγνώσεται. ἐξέλαβεν Ὧρος νομάρχης.

    p.petr.3.43_7

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Ἁθὺρ κϛ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ διὰ Ἑρμαφίλου οἰκονόμου παρόντος Πετοσίριος βασιλικοῦ γραμματέως καὶ Θεοδώρου τοῦ ἀρχιτέκτονος [--------------------]

    p.petr.3.43_8

    |gap=6_lines|

    p.petr.3.43_9

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλάδελφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Φαῶφι κθ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ ὑπὸ κήρυκα διὰ Ἑρμαφίλου τοῦ οἰκονόμου παρόντος Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως καὶ Παθήμιος ἀρχιτέκτονος ἐργάσασθαι ἀπὸ ἀπηλιώτου Αὐτοδίκης [.............] ἀπὸ νότου Τεβέτνεως τ[..] ὑδραγωγ [---][..] σχοινία ιδ [---][..] [---]ωλβ καὶ ἐν τῆι [---] ἀρούρ… ἐργασθείσης [---] βασιλικοῦ ἀπὸ νότου [---]υ ἣ ἄγει εἰς Ἀπιάδα [---]ατον ἐργάσασθαι [---] γίνονται ρκθ [..] τῶν θ [---] βάθους ἐργάσασθαι [---] πλάτος [.]β βάθος ? [---] σχοινία ι ἃ δὲ πρὸς τὸ [---] πλάτος β α ? γίνονται ρκθ [---]υ[...]ν πρου [---] γίνονται υλ [---] βάθους α ? γίνονται χμε [---] Βφπ

    p.petr.3.43_10

    εἰς τὸ αὐτὸ μυριὰς α Βυ [.......] ἐξέλαβεν Ἀσκληπιάδης Πρωτίωνος εἰς οε τῶν δ δραχμῶν γίνονται δραχμαὶ χξα διώβολον ἐφʼ ὧι ἐργᾶται τὴν ἡμέραν ἀφʼ ἧς ἂν ἡμέρας τὸ ἀργύριον λάβηι σώμασι ρ ἐργαζομένου τοῦ σώματος ἀωίλια γ ὥστε συντελεῖσθαι ἐν ἡμέραις μ, διαλείπων σελίδας διʼ ὅλου τοῦ πλάτους τὸ δὲ ἀργύριον δοθήσεται αὐτῶι ὅταν τὴν συγγραφὴν σφραγίσηται καὶ τοὺς ἐγγύους καταστήσηι καὶ τὴν ἐργολαβίαν πᾶσαν χαλκοῦ εἰς κδ ὀβολοὺς τοῦ στατῆρος. ἐὰν δὲ μὴ ἐργάσηται ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἐπαναπωλούμενον ἢ ἐπιμισθούμενόν τι καθʼ ἡμέραν ἀνηλώθηι ἀποτείσει ὁ ἐργόλαβος τό τε ἀργύριον ὃ ἂν προειληφότες ὦσι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτοῦ ὁ βασιλεὺς διαγνώσεται βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Ἁθὺρ κϛ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ ὑπὸ κήρυκα διὰ Ἑρμαφίλου οἰκονόμου παρόντος Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως καὶ Θεοδώρου ἀρχιτέκτονος ἐν τῶι Βερενίκης τῆς νέας ποταμῶι τῆς Ἀριστάρχου νομαρχίας τῶι ἄγοντι ἀπὸ τοῦ κατὰ Πόαν θησαυροῦ

    p.petr.3.43_11

    παρὰ κώμην τὴν καλουμένην Περσέαν [...] τῆς ἄμμου ἀνακαθαρα[.....] ἀποδειχθεντ[..] διὰ τὸ ὕφαμμον εἶναι μῆκος πήχεις ρ πλάτος πήχεις ξ βάθος πήχεις [.] ὧν ἐστιν ἀωίλια τῶι τρισκαιδεκαπαλαστῶι μέτρωι [...] ἐμβαδον [..] χ καὶ παραβαλεῖ παρὰ τὸ πρὸς βορρᾶν μέρος καὶ συντελέσει διάχωμα μῆκος ἐφωμαλίαν πήχεις ε πλάτος κάτω πήχεις ξ ἄνω πήχεις μ ὥστʼ εἶναι ἐφωμαλίαν πήχεις ν ὕψος πήχεις ιϛ εἰς οὓς ἄξει γῆς ἕνεκεν διὰ σωμάτων α[.]υς σλε ἀπέχων ἀπὸ τῆς ἀρχῆς τοῦ χώματος ἑκατέρωθεν πήχεις γ καὶ παραφρυγανίσαι τὸ χῶμα τῆι μυρικίνηι κόμηι καὶ ἀπὸ [..]αι ἀνοῦχι ἐξ ἑκατέρου μέρους ἐπὶ πᾶν τὸ μῆκος εἰς ὕψος κατὰ δὲ τὸν [...................]ς τοῦ παραφρυγανισμοῦ πήχεις δ [---] ἀνοῦχι κατα[---] ἐπιτιθεμένωι [---] |gap=7_lines| ὀβολοὺς τοῦ στατῆρος [---] ἔργων ἐργάσηται [---] λόγον δρυοστ[..][---] ἐὰν δὲ τὸ ἀπὸ τοῦ [---]

    p.petr.3.43_12

    ἐὰν δὲ τ[.]ον ἕως μὲν τοῦ ἡμίσους τῶν ἔργων συντελε[...] τὸ δὲ λοιπὸν ἅμα τῆι α[...] χορηγηθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται ἐὰν χ[..]λικου ἕως ὄργανα ρ καὶ σκαφεῖα ἃ ἀποδώσουσιν εἰς τὸ βασιλικὸν [...] ὡς ἂν συντελεσθῆι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμόν. ἐξέλαβεν Ἀρίσταρχος νομάρχης. ἐὰν δὲ μὴ ἐργάσηται ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἐπαναπωλούμενον ἢ ἐπιμισθούμενον ἀνηλωθῆι ἀποτείσει ὁ ἐργόλαβος τό τε ἀργύριον ὃ ἂν προειληφὼς ἦι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτοῦ ὁ βασιλεὺς διαγνώσεται. ____

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a place name from the left

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left