Unregistered user (18.223.195.70). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 2915 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/2915

Information mentioned in this text

    TM 2915

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.petr.2.24_1

    ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαίου τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες · Ἰάσων Ἀχαιὸς τῶν ἐκ τοῦ Ἑρμοπολίτου πρώτων τῆς τετάρτης ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν πεντήκοντα πέντε μέσος μεγέθει λευκόχρως ἀναφάλαντος οὐλὴ μετώπωι ἐκ δεξιῶν, Ἀσκληπιόδωρος Διονυσίου [......]ν τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα εὐμεγέθης μελίχρως ἀναφάλαντος ἡσυχῆι οὐλὴ ὑπὸ σιαγόνα δεξιάν, Ἀπολλώνιος [...] Ἡρακλεώτης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα μέσος μεγέθει μελίχρως κλαστόθριξ ἀναφάλαντος οὐλὴ μέσωι μετώπωι καὶ ἄλλη [...........] Παρμενίωνος Μακεδὼν τῆς ἐπιγονῆς ὡς ἐτῶν ἑξήκοντα εὐμεγέθης μελίχρως ἀναφάλακρος οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ ἄλλη ὑπὸ μυκτῆρα ἀριστερόν, [......] Πολιάρχου Φιλαδέλφειος τῶν Ἱπποκράτους τῆς τρίτης ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν ἑξήκοντα εὐμεγέθης μελίχρως [.] παχύρριν οὐλὴ γενείωι ἐκ δεξιῶν, ἄλλη ῥινὶ ἐξ ἀριστερῶν, Διονυσόδωρος [.....] Ἀνδρομάχειος τῶν Ἀγησάρχου π[---] [....] τακτόμισθος κληροῦχος ὡς ἐτῶν τεσσαράκοντα [...........] μελίχρως [---] [....] οὐλὴ εὔσημος μετώπωι μέσωι. [---] Ξανδικοῦ α Ἀφροδίσιος Ἀξιοθέαι βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Ἀλεξικράτους τοῦ Θεογένους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Καλλιάνακτος, μηνὸς Ξανδικοῦ νουμηνίαι, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Ἀφροδίσιος Ἡρακλείδου [........]ιος παρεπίδημος ὡς ἐτῶν ὀγδοήκοντα βραχὺς μελίχρως ἐπίγρυπος χαροπὸς κλαστόθριξ ἀναφάλαντος ὦτα τετρημένος. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάθω ἀνθρώπινον, καταλείπω τὰ ὑπάρχοντά μου πάντα Ἀξιοθέαι Διζούλου Θραίσσηι. ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες · Πάρις Θεοφίλου Θεσσαλὸς τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα μέσος μεγέθει μελίχρως μακροπρόσωπος τετανόθριξ οὐλὴ μετώπωι μέσωι καὶ φακὸς παρʼ ὀφθαλμὸν δεξιόν, Γέτας [......] Κῶιος τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα μέσος μεγέθει μελίχρως στρογγυλοπρόσωπος ἔνσιμος συνόφρυς οὐλὴ ἐφʼ ἑκατέρας ὀφρύος, Νείλων Σωταίρου Λίβυς τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα βραχὺς μελίχρως στρογγυλοπρόσωπος τετανόθριξ οὐλὴ ἀνὰ μέσον ὀφρύων, Δημήτριος Δημητρίου Ἰσθμιεὺς ὡς ἐτῶν πεντήκοντα εὐμεγέθης μελίχρως ἀναφάλακρος ἐπίγρυπος

    p.petr.2.24_2

    |gap=10_lines| βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Ἀλεξικράτους τοῦ Θεογένους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Καλλιάνακτος, μηνὸς Ξανδικοῦ [---], ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν [---] τῶν [---] ἐρυθρίας [---] εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάθω ἀνθρώπινον, καταλείπω [---] [..][---] σταθμόν [---] |gap=5_lines| [---] ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες · Κα[---] μ[---] [--------------------]

    p.petr.3.52_1

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους κβ ἐφʼ ἱερέως Πέλοπος τοῦ Ἀλεξάνδρου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Μνησιστράτης τῆς Τεισάρχου

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a place name from the left

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left