TM 2947
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.tebt.3.1.820_1
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους τετάρτου ἐφʼ ἱερέως Ἀδαίου τοῦ Γοργίου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Φίλτης τῆς Ἀντικλέους, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σόλωνος, μηνὸς Αὐδναίου Αἰγυπτίων δὲ Ἐπεὶφ πεντεκαιδεκάτηι, ἐν Σαμαρείαι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Θεόδοτος Κασσάνδρου Παίων τῶν Φυλέως τακτόμισθος Ἁρυώτηι Ἁρσεῦτος καὶ Ὀρσενούφει Α[.]ιος καὶ Κατύτει Πετ[.] καὶ ἄλλωι Κατύτει Π[.]ύμιος, τοῖς τέσσαρσιν Ἀρσινοΐταις βασιλικοῖς γεωργοῖς, παρακεχωρηκέναι τὸν ὑπάρχοντα σταθμὸν τῶι πατρὶ αὐτοῦ ἐν Κερκεσήφει καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸς μήτε τῶν παρʼ αὐτοῦ μηθεὶς μηδὲ ἄλλον ὑποκαθήσειν παρευρέσει ᾑτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ ἢ αὐτὸς ἢ τῶν παρʼ αὐτοῦ τις εκ[..][---] ἀποτεισάτω Θεόδοτος Ἁρυώτηι καὶ Ὀρσενούφει καὶ Κατύτει καὶ τῶι ἄλλωι Κατύτει ἐπίτιμον χαλκοῦ νομίσματος δραχμὰς δισχιλίας, καὶ ἡ ἔφοδος αὐτῶι ἄκυρος ἔστω. ἡ συνγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες Θεόδοτος Ἰάσονος, Διόφαντος Θεοδότου, Ἱεροοῦς Τιμοθέου, Μίλων Ζωσίμου, Δημοκράτης [....................] ος Κ[....]ου, οἱ ἓξ Ἰουδαῖοι. ____ συνγραφοφύλαξ Ἱεροοῦς Τιμοθέου. ____ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους τετάρτου ἐφʼ ἱερέως Ἀδαίου τοῦ Γοργίου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Φίλτης τῆς Ἀντικλέους, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σόλωνος, μηνὸς Αὐδναίου Αἰγυπτίων δὲ Ἐπεὶφ πεντεκαιδεκάτηι, ἐν Σαμαρείαι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Θεόδοτος Κασσάνδρου Παίων τῶν Φυλέως τακτόμισθος Ἁρυώτηι Ἁρσεῦτος καὶ Ὀρσενούφει Α[..]ιος καὶ Κατύτει Πετ[.....] καὶ ἄλλωι Κατύτει Π[.]ύμιος τοῖς τέσσαρσιν Ἀρσινοΐταις βασιλικοῖς γεωργοῖς παρακεχωρηκέναι τὸν ὑπάρχοντα σταθμὸν τῶι πατρὶ αὐτοῦ ἐν Κερκεσήφει [.................] καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸς μήτε τῶν παρʼ αὐτοῦ μηθεὶς μηδὲ ἄλλον ὑποκαθήσειν παρευρέσει ᾑτινιοῦν. ἐὰν δὲ ἐπέλθη ἢ αὐτὸς ἢ τῶν παρʼ αὐτοῦ τις, ἀποτεισάτω Θεόδοτος Ἁρυώτηι καὶ Ὀρσενούφει καὶ Κατύτει καὶ τῶι ἄλλωι Κατύτει ἐπίτιμον χαλκοῦ νομίσματος δραχμὰς δισχιλίας, καὶ ἡ ἔφοδος αὐτῶι ἄκυρος ἔστω. ἡ συνγραφὴ ἥδε κυρία. μάρτυρες Θεόδοτος Ἰάσονος, Διόφαντος Θεοδότου, Ἱεροοῦς Τιμοθέου, Μίλων Ζωσίμου, Δημοκράτης [....................] ος Κ[.]ου, οἱ ἓξ Ἰουδαῖοι. συνγραφοφύλαξ Ἱεροοῦς Τιμοθέου.p.tebt.3.1.820_2
[--------------------]Θεοδότου Διοφάντου [---] Δημοκράτους ?[---] Σαββαταίου ?[---]
Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- with highlights of Places (omit)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)