Unregistered user (3.15.223.72). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 3096 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/3096

Information mentioned in this text

    TM 3096

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.dion.13_1

    βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἕκτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Αὐδναίου ἑκκαιδεκάτηι, Ἁθὺρ ἑκκαιδεκάτηι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου, ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου Πέρσης τῆς Ἀρτεμιδώρου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας πεντήκοντα πέντε, ἃς ἐκτεταμίευται παρʼ αὐτοῦ, τόκων ἡμιολίων, ἀρτάβαις εἴκοσι ἑπτὰ ἡμίσει · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ὀγδοήκοντα δύο ἥμισυ, ἀποδότω Διονύσιος Κεφαλᾶτος Διονυσίωι Ἀπολλωνίου ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ἕκτου ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι · ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω Διονύσιος Κεφαλᾶτος Διονυσίωι Ἀπολλωνίου ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ λόγον · ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι Ἀπολλωνίου καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτοῦ Διονυσίου τοῦ Κεφαλᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκ δίκης · ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες · Ἀλέξανδρος Πασίου, Ἀσκληπιάδης Διονυσίου, Τιμοκράτης Διονυσίου, Ἀπολλώνιος Πολυκράτου, οἱ τέσσαρες Πέρσαι τῆς ἐπιγονῆς, Ἀρίμμας Διονυσίου Χαριστήριος, Ἡρώιδης Ἡρακλείδου Ἀλεξανδρεύς. συγγραφοφύλαξ · Ἀλέξανδρος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὰς ὀγδοήκοντα δύο ἥμισυ ἀρτάβας τοῦ στερεοῦ πυροῦ καὶ πάντα ποιήσωι καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Ἀλεξάνδρωι. Ἀλέξανδρος ἔχω κυρίαν. ἔτους ϛ Ἁθὺρ ιϛ ἐν κώμηι Τήνει τοῦ Μωχίτου · ἀναγέγραπται διʼ Ἀπολλωνίου

    p.dion.13_2

    βας [---] |gap=1_lines| [---] τιμὴ Γ · συγγραφοφύλαξ · Ἀλέξανδρος.

    p.dion.13_3

    Διονυσίου Ἀλεξάνδρου Τιμοκράτου Ἀρίμματος Διονυσίου Ἀσκληπιάδου Ἀπολλωνίου Ἡρώιδου Διονυσίου τοῦ Ἀπολλωνίου. νε ἔτους ϛ Ἁθὺρ ιϛ · δάνειον Διονυσίου τοῦ Κεφαλᾶτος πυροῦ ἀρταβῶν? πβ ?.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left