TM 3108
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.dion.24
ἔτους ιβ τοῦ καὶ θ, Αὐδναίου ζ, Ἁθὺρ ζ, ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος τῆς Ἀρτεμιδώρου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σεναβέλλει Ἡλιοδώρου καὶ τῆι γυναικὶ Ἰσιδώραι Παχόϊτος ἀμφοτέραις Περσίναις, μετὰ κυρίου Διονυσίου τοῦ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας? μ, ἃς μεμέτρηνται παρʼ αὐτοῦ τόκων ἡμιολίων, πυροῦ ἀρτάβαις? εἴκοσι · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ξ, ἀποδότωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ προκειμένου ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον στερεὸν καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις αὐτῶν ἀνηλώμασιν Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ · ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας · καὶ ἡ πρᾶξις ἔστω Ἱππονίκωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης · ἔγγυοι ἀλλήλων τοῦ πυροῦ ἢ τῆς προγεγραμμένης τιμῆς εἰς ἔκτεισιν οἱ δεδανεισμένοι · ἡ συγγραφὴ ἥδε κυρία ἔστω.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)