TM 31786
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.oxy.14.1678_1
κυρίᾳ μου μητρὶ Θέων χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν καὶ ὑγιαίνειν παρὰ τῷ κυρίῳ θεῷ. μὴ νομίσῃς, κυρία μου μῆτερ, ὅτι ἡμέλησα μὴ ἀναβῆναι? ἐν τῷ Ὀξυρειχείτῃ. οἶδας ὅτι, εἰ ὑστερήσει τῆς πρωτοκαιρίας, μετὰ ταῦτα εἴδη ἄλλην ἐλπίδαν οὐκ ἔχομεν. πᾶν οὖν ποιήσεις, κυρία μου μῆτερ, μὴ ἀμελῆσαι τῆς θυγατρός σου. ὁ γὰρ ἀδελφός μου προσέριψε τὸν πῶλον. δεῖ σε αὐτὸν προσέχειν, καὶ οὐκ ἐδυνήθην ἀνελθεῖν. ἐὰν δὲ δοκεῖ σοι με ἀνελθεῖν, γράψον μοι καὶ ἔρχομαι. εἰ δὲ δοκεῖ σοι ἀπελθεῖν εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν, γράψον μοι, καὶ ὅ δοκεῖ σοι τί ἐνέγκαι εἴτε πορφύριον γράψον μοι, ποταπὸν θέλεις ἐνέγκω γράψον μοι, εἴτε ἐλάδιον, πόσον ἐνέγκω γράψον μοι, εἴτε τι ἄλλο βούλῃ, γράψον μοι. ἀσπάζομαι τὰς ἀδελφάς μου καὶ τὸν πατέρα μου Βαρβαρείωνα καὶ τὴν μητέρα μου Ἡράκλειαν καὶ Εὐτέρπειν καὶ τὰ τέκνα αὐτῆς καὶ Ἄννειν καὶ τὰ τέκνα αὐτῆς καὶ Εἶσιν καὶ Εὐτυχεὶν καὶ τὴν μητέρα μου Σωφρόνειν καὶ Νεῖλον καὶ Πυμένειν καὶ τὸν πατέρα ἡμῶν Χοοῦν καὶ τὴν μητέρα ἡμῶν καὶ Ἀφοῦν καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τὰς ἀδελφὰς αὐτοῦ. ἐρρῶσθαί σε εὔχομαι ὁλοκληροῦσαν.p.oxy.14.1678_2
ἀπόδος παρὰ Θέωνος. σημασία ἐν Τευμενοῦτει ἐν τῷ ῥυμείῳ ἀντὶ τοῦ φρέατος.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- with highlights of Places (omit)
- with highlights of People (omit)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)