TM 3307
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.enteux.32_1
βασιλεῖ Πτολεμαίωι χαίρειν Θέων καὶ Τεύτιος Φιλίππου, Μακεδόνες τῆς ἐπιγονῆς, ἐκ Φαρβαίθου. ἀδικούμεθα ὑπὸ Θευδότου καὶ Ἀγάθωνος, οἵ εἰσιν οἰκεῖοι τῆς μητρὸς Φιλίππου τοῦ τετελευτηκότος. ἡμῶν γὰρ ἐπιτρόπων ὄντων Φιλίππης, τῆς θυγατρὸς Φιλίππου, ἐπιζητοῦντές τινα μέρη τῶν καταλειφθέντων ὑπαρχόντων ὑπὸ Φιλίππου, εὑρίσκομεν τοὺς προειρημένους ἐξενηνοχότας, ὧν τὸ καθʼ ἓν ἐνδειξόμεθα ἐπὶ Φιλώτου τοῦ ἐπιστάτου. καὶ ἐνδεεῖς δὲ γενόμενοι εἰς τὴν ταφὴν τὴν Φιλίππου δραχμῶν κε, ἐδώκαμεν τὰ κατάφρακτα καὶ τὸν ὑποδύτην καὶ τὴν ἐφαπτίδα, σὺν τῆι σακκοπήραι ἐν ἧι ἐνῆν, Ἀγάθωνι τῶι προειρημένωι ἐνέχυρα θεῖναι · βουλομένων δὲ ἡμῶν κομίσασθαι τὰ ἐνέχυρα, ἀποδιδόντες τὸ ἐπʼ αὐτοῖς δεδομένα καὶ τὸν τόκον, οὐκ ἀποδίδωσιν ἡμῖν ἀλλὰ παρέλκει. δεόμεθα οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Φιλώται τῶι ἐπιστάτηι, ἐὰν ἦι ἀληθῆ τὰ διὰ τῆς ἐντεύξεως γεγραμμένα, ἐπαναγκάσαι Φιλώταν τὸν Θεύδοτον καὶ Ἀγάθωνα τά τε ἐξενεχθέντα ἀποδοῦναι ἡμῖν, ἃ ἂν ἐνδειξώμεθα, καὶ τὰ ἐνέχυρα κομισάμενον Ἀγάθωνα τό τε κεφάλαιον καὶ τὸν τόκον ἀποδοῦναι ἡμῖν, ἵνα ἐπὶ σὲ καταφυγόντες, βασιλεῦ, τὸν πάντων βοηθὸν καὶ εὐεργέτην, τοῦ δικαίου τύχωμεν, ἡ δὲ ὀρφανὴ μὴ ἀδικηθῆι. εὐτύχει. Φιλώται. μάλιστα διάλυσον αὐτούς · εἰ δὲ μή, ἀπόστειλον πρὸς ἡμᾶς ἐκ τῆς ι τοῦ Χοίαχ ὅπως ἐπὶ τοῦ καθήκοντος δικαστηρίου διακριθῶσιν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κη.p.enteux.32_2
ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κη. Θέων καὶ Τεύτιος πρὸς Θεύδοτον καὶ Ἀγάθωνα περὶ ἐνεχύρων.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)