TM 3320
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.enteux.45_1
βασιλεῖ Πτολεμαίωι χαίρειν Φίλων Μ[..] τοῦ ἀγήματος πεντακοσίαρχος κληροῦχος. ἀδικοῦμαι ὑπὸ Ἀπολλωνίου [..]ινίου, τῆς δευτέρας ἱππαρχίας ἑκατονταρούρου, και Φιλωτίδος τῆς μητρὸς αὐτοῦ οἵ εἰσιν ἐν Ἱερᾶι νήσωι Θεῶν Σωτήρων. χρησάμενοι γὰρ παρʼ ἐμοῦ χαλκοῦ δραχμὰς ἑκατὸν καὶ πεντήκοντα διὰ χειρὸς ὥστε κατάφρακτα καὶ χειρίδα πρίασθαι Ἀπολλωνίωι [..] πλεονάκις ἀπῃτημένοι ὑπʼ ἐμοῦ οὐκ ἀπεδίδουν μοι, φάμενοι ἀκαιρεῖν · ἐγὼ δὲ εἰς οἰκείους τοῖς καιροῖς συνπεριεφερόμην ἕως τοῦ νῦν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μενέλλαι τῶι ἐπιστάτηι ἀποστεῖλαι Ἀπολλώνιον και Φιλωτίδα ἐφʼ αὑτὸν καὶ ἐὰν μὲν ὁμολογῶσιν εἰληφέναι παρʼ ἐμοῦ τὰς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, ἐπαναγκάσαι Ἀπολλώνιον καὶ Φιλωτίδα ἀποδοῦναί μοι, ἐὰν δὲ [---]ι[..]οσαι Ἀπολλώνιον καὶ Φιλωτίδα [.] ὧν ἐγὼ πρ[......] εἰληφέναι παρʼ ἐμοῦ τὰς ἑκατὸν καὶ πεντήκοντα δραχμὰς [.]ναι τὰ κατάφρακτα καὶ τὴν χειρίδα [....] Ἀπολλωνι[..], ἐκ τῶν ἐπικεκλημένων αὐτοῖς [.]κων και ἀπολελύσθαι αὐτούς. τούτων γὰρ γενομένων, ἔσομαι διὰ σέ, βασιλεῦ, τ[...............] τετευχώς. εὐτύχει. Μενέλλαι μάλιστα μὲν διάλυσον αὐτούς · εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ.p.enteux.45_2
ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. [...]κας πρὸς Ἀπολλώνιον καὶ Φιλωτίδα τὴν μητέρα περὶ χρήσεως δραχμῶν ρν.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)