TM 3330
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.enteux.55_1
βασιλεῖ Πτολεμαίωι χαίρειν Πολεμαῖος, Μακεδών, τῶν Πυθαγγέλου καὶ Πτολεμαίου τοῦ υἱοῦ αὐτοῦ ἐπιλάρχης, κληροῦχος. ἀδικοῦμαι ὑπὸ Πολέμωνος, Μακεδόνος, τριακονταρούρου, καὶ Ἀριστομάχου. ἔχοντος γάρ μου κλῆρον παρὰ σοῦ, βασιλεῦ, περὶ κώμην Ἱερὰν νῆσον, τῆς Ἡρακλείδου μερίδος, ἀρουρῶν πβ ?, ἐν δὲ τῶι κγ ἔτει ὄντος μου ἐν Ἀλεξανδρείαι πρὸς κρίσει καὶ οὐθενὸς ὄντος παρʼ ἐμοῦ ἐπὶ τῶν τόπων, Πολέμων ὁ προγεγραμμένος, μισθωσάμενος ἐκ τοῦ βασιλικοῦ τὸ ἡμικλήριον, οὐθενὸς ὄντος μοι πρὸς αὐτὸν συναλλάγματος, ὅλον τὸν κλῆρον κατέσπειρεν ἐν τῶι κγ ἔτει, οὗ οἱ καρποὶ εἰς τὸ κδ ἔτος · τοῦ δὲ κδ ἔτους, οὔτε ἐκ τοῦ βασιλικοῦ οἱ προειρημένοι μεμισθωμένοι τὸ ἡμικλήριον, οὔτε πρὸς ἐμὲ ὄντος αὐτοῖς οὐθενὸς συναλλάγματος, κατέσπειραν σησάμωι καὶ σίτωι καὶ ἀπενηνεγμένοι εἰσὶν παρὰ πάντα τὰ δίκαια, συμποιοῦντος αὐτοῖς καὶ Φίλωνος τοῦ γενηματοφύλακος. παραγενόμενος δὲ ἐγὼ ἐξ Ἀλεξανδρείας ἀπῄτουν αὐτῶν ἑκάτερον τὰ ἐκφόρια καθότι καὶ ἐν τοῖς πρότερον χρόνοις ἐμίσθουν ἐκφόριον ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας δ ? ὃ γίνεται πυρῶν ἀρτάβαι τῶν δύο ἐτῶν, τοῦ μὲν ἑνὸς ἔτους ἐκφόριον τοῦ ἡμικληρίου πυρῶν ἀρτάβαι ρπε ? η´, τοῦ δὲ κδ ἔτους, οὗ οἱ καρποὶ εἰς τὸ κε ἔτος, ἐκφόριον ὅλου τοῦ κλήρου πυρῶν ἀρτάβαι τοα δ´ · οὐκ ἀποδιδόασιν, ἀλλʼ ἀεὶ ὁμολογοῦντες ἀποδώσειν παρέλκουσί με. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μενέλλαι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτοὺς διακριθησομένους · καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, πραχθῆι μοι ἑκάτερος αὐτῶν τοῦ προειρημένου πλήθους τὸ ἐπιβάλλον ἐκφόριον ἑκατέρωι, τιμὴν ἑκάστης ἀρούρας ἀργυρίου δραχμῶν δ. περὶ δὲ τοῦ βεβιασμένους αὐτοὺς κατεσπαρκέναι, ἐξ ὑστέρου λήψομαι τὸ δίκαιον παρʼ αὐτῶν. τούτων γὰρ γενομένων, [--------------------]p.enteux.55_2
ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Πτολεμαῖος πρὸς Πολέμωνα καὶ Ἀριστόμαχον περὶ [.]ς [....]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)