TM 3335
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.enteux.60_1
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἰδομενεύς, τῶν ἀπὸ τῆς Χρυσέρμου δωρεᾶς γεωργῶν, ἐκ κώμης Καμίνων. ἀδικοῦμαι ὑπὸ Πετοβάστιος τοῦ Ταῶτος καὶ Ὥρου τοῦ Κελεήσιος, τῶν ἐκ τῆς αὐτῆς κώμης. ἐμοῦ γὰρ μισθωσαμένου ἀπὸ τῆς Χρυσέρμου δωρεᾶς [.] ἀρούρας β καὶ κατασπείραντός μου τὴν γῆν ἀράκωι, Πετοβάστις καὶ Ὧρος οἱ προγεγραμμένοι κατέκλυσάν τὸν σπόρον, ὥστε ἀχρεῖον μου γενέσθαι τὸν ἄρακον, καὶ μὴ δύνασθαι μηδὲ τὰ ἀνηλώματα τὰ γενόμενα εἰς τὴν γῆν κομίσασθαί με. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡφαιστίωνι τῶι ἐπιστάτηι ἀποστεῖλαι Πετοβάστιν καὶ Ὧρον τοὺς ἐγκεκλημένους εἰς Κροκοδίλων πόλιν, ὅπως διακριθῶ αὐτοῖς ἐπὶ Διοφάνους, καί, ἐὰν ἐνδείξωμαι αὐτοὺς κατακεκλυκότας μου τὸν σπόρον, ἐπαναγκασθῆναι αὐτοὺς τὸν ἐμὸν σπόρον ἀναλαβεῖν καὶ τάξασθαι αὐτοὺς τὰ ἐκφόρια, ἀπὸ δὲ ἧς αὐτοὶ γεωργοῦσιν γῆς ἀντιδοθῆναί μοι τὸ ἴσον πλῆθος ἀνθʼ ἧς κατακεκλύκασιν. τούτου γὰρ γενομένου, ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τά τε ἐκφόρια Χρυσέρμωι δυνήσομαι ἀποδοῦναι, ἐγώ τε ἔσομαι τῆς παρὰ σοῦ φιλανθρωπίας τετευχώς. ____ εὐτύχει. ____ Ἡφαιστίωνι. μάλιστα διάλυσον αὐτούς · εἰ δὲ μή, ἀπόστειλον πρὸς ____ ἐκ τῆς ι τοῦ Χοίαχ ὅπως διακριθῶσιν ἐπὶ τοῦ καθήκοντος κριτηρίου. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ.p.enteux.60_2
ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Ἰδομενεύς, γεωργὸς τῆς Χρυσέρμου δωρεᾶς, πρὸς Πετοβάστιν καὶ Ὧρον περὶ κατακλυσμοῦ γῆς.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)