TM 3340
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.enteux.65_1
βασιλεῖ Πτολεμαίωι χαίρειν Μαρρῆς Πετοσίριος. ἀδικοῦμαι ὑπὸ Ἡράκωντος καὶ Ἵππωνος καὶ Πειθολάου. ὑπαρχούσης γάρ μοι κρίσεως ἐπὶ Διοφάνους τοῦ στρατηγοῦ πρὸς Ἡράκωντα καὶ Ἵππωνα περὶ διαιρέσεως ἀμπελῶνος ὃν ἐπριὰμην, ἐκ βασιλικοῦ, καὶ ταύτης ὑπερβολὴν λαβούσης διὰ τὸ αἰτησαμένους Ἡράκωντα καὶ Ἵππωνα ἡμέρας εἴκοσι φυγοδικοῦντας μὴ συναντῆσαί μοι καὶ μετά τινα χρόνον καταπλεῦσαι Διοφάνην εἰς Ἀλεξάνδρειαν, διʼ ἣν αἰτίαν οὐδʼ ἕως τοῦ νῦν τὰ πράγματα διέξοδον εἴληφεν, ὄντος δὲ Πανήθου τοῦ ἀμπελ[.]υ μου ἐν τῶι ἀμπελῶνι καὶ ἐργαζομένου μετʼ ἄλλων ἐργατῶν, ἐπελθὼν Πειθόλαος, τοῦ β ἔτους, μηνὸς Τῦβι δ, ἐξέβαλεν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ ἐργάτας, ὡς παραγενόμενός μοι ἀπήγγειλεν · Ἵππων δὲ καὶ Ἡράκων ἐπαφιέντες τὰ αὑτῶν πρόβατα εἰς τὸν ἀμπελῶνά τινας τῶν ἀμπέλων κατεφθάρκασιν ἑκουσίως, βλάπτειν με βουλόμενοι · περὶ ὧν τὸν κωμάρχην καὶ τοὺς φυλακίτας καὶ ἄλλους τινὰς ἐπαγαγὼν ἐπέδειξα αὐτοῖς, οὓς καὶ ἐπεμαρτύραντο ἐκ τοῦ ἀμπελῶνος ἐλάσαι με διε[.]ηκότες διὰ τὸ μὴ ὑπομένειν με αὐτοῖς ἀποδοῦναι. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἀποστεῖλαι τοὺς προγεγραμμένους ἐπʼ αὐτόν, ὅπως Ἡράκων μὲν καὶ Ἵππων ἐπαναγκασθῶσι διελέσθαι πρός με τὸν ἀμπελῶνα κατὰ τὴν ἔντευξιν ἣν δέδωκα κατʼ αὐτῶν περὶ τῆς διαιρέσεως, ἔτους κδ, Γορπιαίου κβ, Χοίαχ κβ, ἅμα δὲ ἐπαναγκάσαι αὐτοὺς συνδιελέσθαι γῆν ἣν καὶ προσκαταπεφυτεύκαμεν κοινῆι, ἧς καὶ τὰς ἀναφορὰς τῆς τιμῆς τέταγμαι πρὸς χρυσὸν δραχμῶν [---]. εἰσπρᾶξαί μοι αὐτοὺς τοῦ ἑκουσίου βλάβους δραχμὰς φ, περὶ δὲ Πειθολάου διαγνῶι Διοφάνης καθότι ἂν αὐτῶι φαίνηται. τούτων γὰρ γενομένων, διὰ σέ, βασιλεῦ, τῶν δικαίων τεύξομαι. ____ εὐτύχει. ____ Πυθιάδει. μάλιστα μὲν διάλυσον αὐτούς · εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ κοινοδικίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ.p.enteux.65_2
ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Μαρρῆς πρὸς Ἡράκωντα καὶ Ἵππωνα καὶ Πειθόλαον περὶ διαιρέσεως ἀμπελῶνος.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)