TM 3397
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
upz.1.6
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν παρὰ Πτολεμαίου τοῦ Γλαυκίου Μακεδόνος κατεχομένου ἐν τῶι Σαραπιείωι Ἀσταρτιείωι ἔτη δέκα, οὐκ ἐξεληλυθότος τὸ παστοφόριον, ἐν ὧι ἐνκέκλειμαι ἕως τῆς σήμερον ἡμέρας. τῆι ιϛ τοῦ Θῶυθ Πτολεμαίου τοῦ καθεσταμένου διὰ τοῦ ἐν τῶι Ἀνουβιείωι ἀρχιφυλακίτου καὶ Ἀμώσιος τοῦ παρὰ τοῦ ἀρχιερέως παραλαβόντων φυλακίτας καὶ εἰσελθόντων εἰς τὸ ἐν τῶι μεγάλωι Σαραπιείωι Ἀσταρτιεῖον, οὗ καὶ ἐνκατέχομαι, ὡς καὶ ἔφην, μέχρι τούτου, τῶν δʼ οὖν φασκόντων εἶναι ἐν τῶι τόπωι ὅπλα καὶ ἐρευνησάντων πάντα τὸν τόπον καὶ οὐθὲν εὑρόντων ____ τῶν τε φυλακιτῶν ἐν τῇ ἐξόδωι ἐκτιναξάντων καὶ μηθὲν ἄτοπον ποιησάντων Ἀμῶσις ὁ παρὰ τοῦ ἀρχιερέως ἐπιστρέψας μετὰ Ἰμούθου τοῦ παρὰ τοῦ ἐπὶ τῶν παστοφόρων καὶ Ἁρενδώτου τοῦ Κατύτου καὶ Ἁρενδώτου τοῦ Νικχθνίβιος καὶ Ἐρβελλῆτος τοῦ Ἁριμούθου καὶ Ψενχώνσιος τοῦ Ἀμώσιος ἀκολούθου ὀψὲ τῆς ὥρας καὶ ἐχόντων φανὸν ἀποβιασάμενός με καὶ σκυλήσας τὸ ἱερὸν ἐξήνεγκεν πάντα ὁπόσʼ ἀπηρήρειστο, τὰ δὲ λοιπὰ παρεσφραγίσατο καὶ τῆι ἑπτακαιδεκάτηι τοῦ αὐτοῦ μηνὸς ἐπιστρέψας πρωὶ ἐξήνεγκεν τὰ λοιπὰ τὰ παρεσφραγισμένα, πρὸς δὲ τούτοις καὶ τὰς τῶν ἄλλων ἐνκατόχων παραθήκας προσεσύλησεν. Ἁρμάιος δέ τινος ἐπιγνόντος τὸν αὑτοῦ στάμνον ἐν ὧι καὶ ἐνῆσαν χαλκοὶ καὶ ἐπιλαβομένου ἀλογήσας ὁ Ἀμῶσις καὶ τοῦτον κατασφραγισάμενος παρέθετο Θέωνι τινὶ τῶι Παῆτος. οὐ μὴν ἀλλὰ καὶ εἰς τὸ ἄδυτον τῆς θεᾶς εἰσελθὼν ἐσκύλησεν τὸν ναὸν ὥστε κινδυνεῦσαι καὶ συντρῖψαι αὐτόν. ἐπιστρέψαντος δὲ πάλιν τοῦ Ἀμώσιος μετὰ Ἁριμούθου τοῦ παρὰ τοῦ ἐπιστάτου καὶ εἰσελθόντος καὶ εὑρόντος λεκάνην χαλκῆν οὖσαν τῆς θεᾶς καὶ [.....]ημένου αὐτὴν καὶ ἐξενέγκαντος, πρὸς τούτοις Παβέλφις Πετεαρενδώτου καὶ Νικχθνῖβις ὁ τοῦ Ἰμούθου ἀστοχήσαντες τοῦ καλῶς ἔχοντος εἰσελθόντες καὶ ἐρευνήσαντες τὸν τόπον καὶ μηθὲν εὑρόντες χρήσιμον, μολύβδινά τινα εὑρόντες ποτήρια ὅμως οὐδὲ ταῦτά γε ἡμῖν ἀπέλιπον. πυνθανομένων δʼ ἡμῶν τοῦ τίνος χάριν εἴησαν εἰσπεπορευμένοι, ἀπεκρίθησαν ἡμῖν φήσαντες ἐπʼ ἐνεχυρασίαν ἡκέναι καὶ ἀπεστάλθαι ὑπὸ Ψοῦλιν τοῦ ἐπὶ τῶν παστοφόρων, παρέθεντο δὲ τὰ ποτήρια Κεφαλᾶτι τῶι θυρωρῶι. διόπερ ἀξιῶ σε, βασιλεῦ, μὴ ὑπεριδεῖν με παρʼ ἕκαστα ὑπὸ τῶν προγεγραμμένων ἀγνωμόνως πολιορκούμενον καὶ ὑβριζόμενον καὶ ἀνομούμενον ἀλλʼ ἐάν σοι φαίνηται, συντάξαι καταστῆσαι ἐπὶ σὲ ὑπὲρ μὲν ἐμοῦ ἀπολογιούμενον Δημήτριον Σώσου Κρῆτα διὰ τὸ ἐμὲ ἐν κατοχῆι ὄντα ἀδυνατεῖν, καταστῆσαι δὲ καὶ τοὺς προγεγραμμένους, ἵνα ὑπόσχωσίν μοι τὸ δίκαιον ἐπὶ σοῦ. τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρʼ ὑμῶν βοηθείας. εὐτυχεῖτε.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)