TM 3438
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
upz.1.47
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Θαυῆτος καὶ Ταοῦτος διδυμῶν τῶν λειτουργουσῶν ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι. καὶ πρότερον μὲν ἐπεδώκαμέν σοι ὑπόμνημα ὑπὲρ τοῦ μὴ εἰληφέναι παρὰ τῶν ἱερέων τὴν καθήκουσαν ἡμῖν δίδοσθαι κατʼ ἐνιαυτὸν εἰς τὰ δέοντα ὄλυραν, ἀφʼ οὖ καὶ ἔγραψας Μεννίδει τῶι ἐπιμελητῆι ἀποδοῦναι ἡμῖν. τούτου δʼ ἐπιστείλαντος Ψιθαῆι τῶι ἐπιστάτηι τῶν ἱερῶν οὐδένα λόγον ποιεῖται, ἡμεῖς δʼ ἐν τῶι μεταξὺ διαλυόμεναι τῶι λιμῶι κινδυνεύομεν τὸ ἱερὸν ἐκλιπεῖν. ἐπεὶ οὖν ἐκ μὲν τοῦ βασιλικοῦ κεχρημάτισται τοῖς προεστηκόσι τῶν ἱερῶν καὶ εἰς ἡμᾶς ἡ ὄλυρα ἀπὸ τοῦ ιη ἕως τοῦ ιθ ἔτους, ἡμεῖς δὲ οὔτε τὴν ὄλυραν οὔτε τὴν καθήκουσαν ἀντʼ αὐτῆς δίδοσθαι ἡμῖν ἐκ τοῦ ἱεροῦ σύνταξιν τῶν κυλληστίων κεκομίσμεθα, ἀλλʼ οὐδὲ τοὺς ἐκ τοῦ Ἀσκληπιείου τῆς ἡμέρας ἄρτους δ ἀπὸ τοῦ πένθους, δεόμεθά σου μεθʼ ἱκετείας, καθότι οὐ διαλείπεις ἡμῶν ἀντιλαμβανόμενος, καὶ ἐν τούτοις βοηθὸν γενόμενον προσκαλέσασθαι Ψινταῆν τὸν ἐπιστάτην τῶν ἱερῶν καὶ ἐπαναγκάσαιDisplay options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- with exclusive highlights of Formulae (omit)