TM 37142
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.oxy.1.131
1 † τῷ ἐμῷ με(τὰ) θ(εὸν) ἀγαθ(ῷ) δεσπ[(ότῃ)] [δέη]σις (καὶ) ἱκεσία̣ † παρʼ ἐμοῦ2 Σουσνεῦ ἐλεεινοῦ ὑμετέρ[ου] [δ]ούλου ἀπὸ Πάτανι. διδάσκω
3 τὸν ἐμὸν ἀγαθὸν δεσπ(ότην) τὸ κατ̣ʼ [ἐ]μ̣ὲ πρᾶγμ[α], τοῦτον ἔ̣χ̣οντα τὸν
4 τρόπον. ἡνίκα ἔζη ὁ πατὴρ μου ἐκάλεσεν ἐμὲ καὶ τοὺς
5 ἀδελφοὺς ἐμοῦ, λέγων ὅτ[ι] κ̣ρ̣ατή̣σῃ εἷς ἐξ ὑμῶν τὴν
6 οὐσίαν τῆς μητρὸς ὑμῶν Ἰω[..]ρ̣αφη, καὶ οἱ ἄλλοι ἐκ τῆς οὐσίας μου
7 τρέφονται · καὶ ἐπῆρεν Δαυεὶτ τὸν μικρότερόν μου
8 ἀδελφόν, καὶ δέδωκεν εἰς τὴν κτῆσιν τῆς μητρός μου.
9 καὶ μέλλων τελευτᾶν ὁ πατήρ μου ἐκέλευσεν δοθῆναι
10 αὐτῷ τῷ Δαυεὶτ ἐκ τῆς αὑτοῦ [ο]ὐσίας ἡμιαρούριον, λέγων
11 ὅτι ἀρκεῖ αὐτῷ τὸ ἡμιαρούριον διότι καὶ τὴν κτῆσιν τῆς
12 μητρὸς αὐτοῦ ἔχει. καὶ ἰδοὺ τρία ἔτη σήμερον ἀπʼ* ὅτε ἀπέθανεν,
13 ἅμα δὲ ἀπέθανεν παρεγενάμην πρὸς Ἀβραάμιον τὸν
14 μείζονα Κλαυδιανοῦ, καὶ παρήνεγκεν τοὺς μάρτυρας το[ὺ]ς
15 εὑρεθέντας ἐπάνω τοῦ πατρός μου, τοῦτʼ ἔστιν, Ἰούλιον τὸν πρεσβ(ύτερον)
16 καὶ Ἀπολλών, κα[ὶ] πρ[ὸ]ς τὴν φωνὴν τοῦ πατρός μου ἐποίησεν
17 γενέσθαι · καὶ καθʼ ἐνιαυτ̣ὸ̣ν σπείρω τὴν οὐσίαν μου, καὶ
18 Δαυεὶτ ὁ ἀδελφός μου σπείρει τὴν οὐσίαν τῆς μητρὸς μου καὶ
19 τὸ ἡμιαρούριον αὐτοῦ. καὶ σήμερον Ἀβραάμιος ὁ πορδουλεσθεὶς
20 παρὰ τοῦ αὐτ[ο]ῦ Δαυεὶτ ἐφύλαξέν με λέγων ὡς ἐὰν μὴ λάβῃ
21 ὁ ἀδελφός μου τὴν οὐσίαν τῆς μητρὸς παρὰ μίαν καὶ τὸ ἡμιαρούριον
22 ὃ δέδωκεν αὐτῷ ὁ πατήρ μου, καὶ πάλιν μερισθηναι* εἰς ἐμὲ καὶ
23 αὐτὸν ὅσα κατέλειψέν μοι ὁ πατήρ μου · δέδωκεν δὲ τῇ μητρί μου
24 ὁ πατήρ μου ρι νο(μίσματα) ἵνα μερίσηται εἰς ἐμὲ καὶ τοὺ[ς] ἀδελφούς μου,
25 καὶ ταῦτα δέδωκεν Ἐλισάβετ τῇ μειζοτέρᾳ μου ἀδελφῇ. καὶ παρακαλ(ῶ)
26 τὸ[ν] ἐμὸν ἀγαθ[ὸ]ν δεσπ[ό(την)] παρασκευσάσαι* πρὸς ὃ εἶπεν ὁ πατήρ μου
27 φυλαχθῆναί μοι τὸ δίκαιον. †
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- with highlights of Gods (omit)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)