TM 40973
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.berl.zill.8_1
θ † ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων, ἔτους Διοκλητιανοῦ τοθ Ἐπεὶφ εἰκάδι δευτέρᾳ ἕκτης ἰνδικτίωνος ἐν Ἀρσινόῃ. † τῷ ἁγιωτάτῳ καὶ θεοτιμήτῳ ἄββᾳ Πέτρῳ, ἐπισκόπῳ ταύτης Ἀρσινοιτῶν πόλεως Αὐρήλιος Σαραπίων υἱὸς Βίκτορος ὑμέτερος γεωργὸς κώμης Καμίνων τοῦ Ἀρσινοίτου νομοῦ [...] ἐπείπερ κατεγνώσθην λῃστρικῷ τρόπῳ λαβών ἐκ τοῦ κριθινικοῦ τῶν ὑμετέρων καὶ ὑπʼ ἐμὲ ἀρουρῶν οὐσῶν ἐν πεδίῳ τῆς αὐτῆς κώμης, καρπῶν ἕκτης ἰνδικτίωνος, καὶ τούτου γνωσθέντος τῇ ὑμετέρᾳ ἁγιωσύνῃ πάνυ ἠγανάκτησε ἐπάνω μου περὶ τούτου, ἐκ πολλῆς δὲ παρακλήσεως προσενεχθείσης παρʼ ἐμοῦ καὶ παρʼ ἄλλων προσώπων παρακαλεσάντων αὐτὴν ὑπὲρ ἐμοῦ κατηλέησέν με καὶ συνεχώρησέν μοι τὸ ἅπαξ τοῦτο τούτου χάριν, ἐζήτησεν δέξασθαι παρʼ ἐμοῦ ταύτην τὴν ἔγγραφον παρακλητικὴν ἀσφάλειαν, διʼ ἧς ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐπομνύμενος θεὸν παντοκράτορα ὑπισχνεῖσθαί με πρὸς τὴν ὑμετέραν ἐνδοξότητα ὡς εἰ τοῦ λοιποῦ καταγνωσθῶ κρυπτῶς ἢ φανερῶς ποιῶν ἑτέραν κλοπὴν παντοίων γενημάτων τῶν αὐτῆς κατὰ τὴν ἄρουραν, ὥστε με πρῶτον μὲν παρασχεῖν αὐτῇ εἰς λόγον προστίμου ὑπὲρ τῆς τοιαύτης καταγνώσεως νομίσματα [............] ἐπείτα δὲ [.] παραδοθῆναί με τῷ ἐνδόξῳ πραιτωρίῳ [........]εῖσθαι ἐπὶ νωτίῳ πληγῶν κζ. ἐπερωτηθεὶς ὡμολόγησα. † Σαραπίων [..] υἱὸς τοῦ μακαρίου Ἰωάννου μαρτυρῶ τῇδε τῇ ἐξωμοσίᾳ καθὼς πρόκειται. † † Κοσμᾶς υἱὸς Μαρνιτᾶ μαρτυρῶ τῇδε τῇ ἐξωμοσίᾳ ὡς πρόκειται. † [...]σις υἱὸς τοῦ μακαρίου Κυριακοῦ μαρτυρῶ [..] επι αλλ[.]τοση ╳ διʼ ἐμοῦ Φιβαχυ [..] ἐξωμοσίαp.berl.zill.8_2
[---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)