TM 41096
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.dubl.34_1
† τῷ ἐμῷ ἀδελφῷ Εὐλογίῳ μονάζοντι Μελιτιανῷ ἐν τῷ ὄρει Λάβλα υἱῷ Ποῦσι ἀπὸ κώμης Θεαγενίδος παρὰ Αἰουλίου μονάζοντος τοῦ αὐτοῦ νομοῦ υἱοῦ Ἀρανθίου ἀπὸ κώμης Ψινὸλ τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐπειδὴ γεγράφηκα ἄλλοτε Ἰσὰκ υἱῷ Σαβίνου περὶ τοῦ ἐμοῦ μοναστηρίου οἱονδήποτε ἐξενίκῃ τὸ ἐμὸν χαρτίον ἄκυρόν εἶναι, ἀλλὰ μετὰ τὴν τελευτήν μου τῷ Εὐλογίῳ ἔσεσθαι τὸ μοναστήριόν μου, καὶ οἱονδήποτε ἔχω ἐμαυτοῦ ἤτοι ζημίας ἤτοι κέρδους τῷ Εὐλογίῳ ἔσεσθαι. ἐὰν δὲ ἀπέλθω ἀπὸ Εὐλογίου ζῶν τῷ Εὐλογίῳ ἔσεσθαι τὸ μοναστήριον μου, ἢ φέρω οἱονδήποτε ἄνθρωπον ἢ μονάζοντα ἐπάνω Εὐλογίου ἔσω εἰς τὸ μοναστήριόν μου δίχα Εὐλογίου, τῷ Εὐλογίῳ ἔσεσθαι τὸ μοναστήριον. καὶ ἐγὼ μὲν ὁμολογῶ, ἐγὼ Εὐλόγιος, τῷ ἐμῷ ἀδελφῷ Αἰουλίῳ οὐκ ἐξεῖναι μοι ἀπορρίψαι σε ἀπʼ ἐμοῦ ζῶντα ἕως τοῦ καὶ ἀποθανῇς, ὡς πρόκιται. † μαρτυροῦμεν ἡμεῖς οἱ εὐλαβέστατοι Ἄπα Ὃλ καὶ Τοῦρβος πρεσβύτεροι ἁγίας καθολικῆς ἐκκλησίας Μελιτιανοὶ ἐν τῷ ὄρει Λάβλα, καὶ Ἠλίας διάκων τοῦ αὐτοῦ νομοῦ, καὶ ἡμεῖς οἱ εὐλαβέστατοι Ἀνοῦπ καὶ Παμούτιος καὶ Σαμβᾶς πρεσβύτεροι ὀρθόδοξοι ἐν τῷ ὄρει Λάβλα περὶ τοῦ ἐγγράφου τούτου ὡς πρόκιται. † ἐγράφη ἐπαγομένων α, ε ἰνδικτίονος. διʼ ἐμοῦ Ἀπολλῶ ἐγράφη. 〰〰〰.p.dubl.34_2
ὁμολογία διαλύσεως Αἰουλίου εἰς Αὐρήλιον Εὐλόγιον μονάζοντες Μελιτιανοὶ ἐν τῷ ὄρει ____ Λάβλα.p.dubl.34_3
περὶ τοῦ ἐγγράφου τούτου ὡς πρόκιται. † ἐγράφη ἐπαγομένων α, ε ἰνδικτίονος. διʼ ἐμοῦ Ἀπολλῶ ἐγράφη. 〰〰〰.p.dubl.34_4
ὁμολογία διαλύσεως Αἰουλίου εἰς Αὐρήλιον Εὐλόγιον μονάζοντες Μελιτιανοὶ ἐν τῷ ὄρει ____ Λάβλα.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)