TM 44732
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.diosk.17_1
Διοσκουρίδης τῶι πατρὶ χαίρειν καὶ ἐρρῶσθαι. <εἰ> τἆλ̣λʼ ἐστιν ἐν τῆι ἀρίστῃ διαθέσει, εἴη ἄν ὡς αἱροῦμαι. καὶ αὐτὸς δὲ ὑγίαινον καὶ ἡ μήτηρ καὶ τὰ ἀδέλφια καὶ οἱ ἐν οἴκωι πάντες. μεταλαβόντες σε ἐμ Μέμφει εἶναι ἐμβαλλόμεθα Κομανὸν τὸν ἱπποκόμον εἰς τὸ ἄφρακτον ἔχοντά σοι τὰ ἐπιμήνια καὶ τὸν τρίβωνα. παραγενηθεὶς δὲ ὁ Ἡ-ρώιδου {δου} τοῦ γραμματοδιδασ-κάλου ἀδελφὸς καὶ αὐτὸς ἁ Ἡρῴδης ἔλεγεν ἡμεῖν* ἄλλων σε ἡμερῶν τῶν πασῶν δύο παραγείνεσθαι*, τότε τὸν Κομανὸν μετεγβαλλό-μεθα ἐκ τοῦ ἀφράκτοῦ. προσεδε-χόμεθα οὖν σε ἡμέραν ἐξ ἡμέρας ἕως οὗ τὰ ἐπιστόλια ἡμεῖν* ἀπέστειλας. μετελάβομεν τῶι σε ἀηδῶς ἐσχηκέναι καὶ ἀφηλπίσθαι* καὶ συνεχύθη ὅλον τὸ φρούριον. ἐπιγνόντες οὖν με̣τ̣ὰ ταῦτα τῷ σὲ ⟦σ̣ε̣⟧ καλῶς ἐσ̣χηκέναι τῷ Ἡρακλῆ* καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ θεοῖς χάριν ἔσχομεν. τ̣α̣[......]δ̣ε̣ σαυτοῦ ἐπιμελόμενος, ἵνʼ ὑγιαίνον-τά σε ἀσπάζωμαι. τούτο̣υ γάρ μοι μέγιστον οὐθέν ἐστιν. ἐπισκοποῦ δὲ παρʼ ἐμοῦ Δημήτριον̣ τὸ παιδαριν* κ̣αὶ Βάτ̣ραχον. ἔρρωσο (ἔτους) λα Φαῶφι ε ἐπιτέθειμαι Εὐφρόνι τὸν τρίβωνά σου καὶ ἵνα μὴ ὁ Δημήτριος ἀσχημονῇ ἀκολουθῶν̣ δὸς αὐτῶι {τω} τὸν τρίβωνά μου τιμογραφησάμενος.p.diosk.17_2
παρὰ Διοσ-κουρίδου [...]ς̣ τ̣ῶι̣ π̣ατρί̣ (ἔτους) λα Ἁθὺρ ιδ̣ ἀποστολῆς τρίβωνοςDisplay options
Text:
- original, uncorrected text with diacritics (omit)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)