TM 4540
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.6.1249
1 ἔτους λδ Χοιὰχ [.]α ἐν Συήνηι τῆς Θηβαίδος ἐπʼ Ἀριστοδήμου ἀγορανόμου2 ὁμολογεῖ Ἰσιὰς ἡ καὶ Σεννῆσις Πατεπνεβτεῦτος ἀφώντισσα μετὰ κυρίου τοῦ αὐτῆς
3 ἀνδρὸς Νεοπτολέμου τοῦ Νεοπτολέμου Κυρηναίου τῶν Πτολεμαίου καὶ τῶν υἱῶν
4 τακτομίσθου Ἐσαροήρει Πετοσίριος ἀφωντεῖ ἀμίσθωι συλλελύσθαι αὐτῶι τε καὶ Ταγῶτι
5 τῆι γυναικὶ αὐτοῦ ὑπὲρ ἧς ἐνέβαλεν κατʼ αὐτῶν ἐντεύξεως ἐν τῶι λδ ἔτει τοῖς ἐν
6 Πτολεμαίδι τῆς Θηβαίδος δικασταῖς ὧν εἰσαγωγεὺς Φιλῖνος διʼ ἧς ἐνεκάλει αὐτοῖς
7 περὶ ὕβρεως καὶ πληγῶν ἃ ἐτιμήσατο χαλκοῦ ταλάντων δύο καὶ ἀργυρίου δραχμῶν
8 ἑκατὸν καὶ μὴ ἐπελεύσεσθαι ἐπʼ αὐτοὺς ὑπὲρ τῶν προγεγραμμένων μήδʼ ὑπὲρ τῶν
9 διὰ τῆς ἐντεύξεως δηλουμένων πάντων κατὰ μηθένα τρόπον, ἐὰν δʼ ἐπέλθῃ
10 ἢ ἄλλος τις ὑπὲρ αὐτῆς ἥ τʼ ἔφοδος αὐτοῖς ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἰσιὰς
11 Ἐσαροήρει καὶ Ταγῶτι ἐπίτιμον χαλκοῦ τάλαντα πέντε καὶ ἱερὰς τοῖς βασιλεῦσιν
12 ἀργυρίου ἐπισήμου δραχμὰς [---] χωρὶς τοῦ τὰ προγεγραμμένα κύρια
13 εἶναι. [---] κεχρημάτισται διʼ Ἀριστοδήμου ἀγορανόμου
Display options
Text:
- semi-regularized text without diacritics (add)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- with highlights of Gods (omit)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)