Unregistered user (3.15.148.52). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 47304 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/47304

Information mentioned in this text

    TM 47304

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.petr.2.4

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς [..], ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν [---] [...................] τῆς ἐπιγονῆς ὡς ἐτῶν μ μελίχρους κα[---] [...................] παχύρριν οὐλὴ [......] εἴη μέν μοι ὑγιαίνοντι τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα καὶ ὅσα ἂν ἐπικτήσωμαι Ἐτεάνδραι [.................] τῆι ἐμαυτοῦ γυναικὶ καὶ τοῖς ὑπάρχουσί μοι τέκνοις [.] Φειδίππωι καὶ Δημητρίωι καὶ Ἀμ[---] τοῖς γεγενημένοις ἐξ ἐμοῦ καὶ Ἐτεάνδρας. ἐὰν δέ τι Ἐτεάνδρα ἀνθρώπινον πάθηι [---] μὴ ἔστω αὐ[---] [---]ν διαθήκην [---] ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον [--------------------]

    p.petr.2.4_1

    Ἀπολλώνιος Κλέωνι χαίρειν. ἔγραψά σοι τῆι ιζ τὴν γενομένην μοι κατάστασιν πρὸς τοὺς δεκατάρχους ἐπὶ Διοτίμου περὶ τοῦ πλήθους τῶν σωμάτων καὶ τῆς ταγῆς τῶν λίθων καὶ ὃν τρόπον ἀνωμολόγηνται ἐπὶ Διοτίμου τά τε ἐλλείποντα σώματα προσκαταστήσειν καὶ τὴν ταγὴν τῶν λίθων ἀναπληρώσειν πᾶσαν ἕως τῆς νουμηνίας εἰ ἂν αὐτοῖς χορηγηθῇ σίδηρος καὶ ἔγραψά σοι ὃ δεῖ δοθῆναι εἰς ἕκαστον ἀργοῦ καὶ τὸ κάτεργον. καὶ νῦν δὲ καλῶς ἂν ποιήσαις συντάξας χρηματίσαι σφῆνας εἰς ἕκαστον τοὺς ὑπογεγραμμένους ἵνα τὰς προφάσεις αὐτῶν περιέλωμεν · Τεχεσθεῖ εἰς ἃ ἐξηριθμήμεθα σώματα σὺν παιδαρίοις ιη σφῆνας δ, Βερόθει σὺν παιδαρίοις σώμασιν ιε σφῆνας γ, Ἀχομνεύει σὺν παιδαρίοις σώμασιν ιη σφῆνας δ, Παοῦς σὺν παιδαρίοις σώμασιν ιϛ σφῆνας γ, Πεμσάι σὺν παιδαρίοις σώμασιν ιζ σφῆνας δ, Φαμούνει σὺν παιδαρίοις σώμασιν ιβ σφῆνας γ, [....] σὺν παιδαρίοις [......] Πετεχῶντι [..] Φανήσει [..........................]

    p.petr.2.4_2

    Κλέωνι

    p.petr.2.4_3

    [---]γ[..] αὐτοῦ Πετε[---] [---] παιδαρίοις εἰς ζ σφῆνας β, Φαμ[---] [---] σφῆνας β γίνονται λ, ἐξηριθμήμεθα σὺν παιδαρίοις σώμασιν ροε, oἷς γίνονται οἱ προγεγραμμένοι σφῆνες [---] χρηματισθέντος δὲ αὐτοῖς καὶ εἰς ἕκαστον σφῆνα παρ[---] [---] ἐπακολουθείτω δέ τις παρὰ σοῦ τῆι ομ[---] [---]ου επιδ[..]τι αὐτοῖς διδο[---] [---]στομωματ[---]

    p.petr.2.4_4

    Κλέωνι χαίρειν οἱ δεκάταρχοι τῶν λατόμων Ἀπολλώνιος ὁ διοικητὴς συνέταξεν [---] [---] Ἀρσινοείτηι νομῶι εργ[..] οὐκ ἔστιν οι[...][---] [---] ἡμῖν διδόναι τὸν σίδηρον ὡς καὶ φέρεται εξαλε [---]ογλεαντο ὡς αὐτοῖς ἐδόκει πρὸς ἐπὶ του [---] καὶ ἐλθόντων ἡμῶν ἐπὶ τὰ ἔργα συνετριβόμεθα δανισάμενοι ἀργύριον κατακεχρήμεθα εἰς τὰ [---]φ[.]ες ὅπως ἂν τὰ ἔργα συντέληται [---][.]στου. εἰλήφαμεν δὲ τοῦ ἀκαθάρτου καὶ τὸ [---]εως εἶναι τὸ διάφορον παρὰ τὰς δ δραχμὰς δύο ὀβολοὶ [---] χρείαν γὰρ ἔχομεν τρεῖς τῆς ἡμέρας καὶ περι [---]εθα ἵνα ἔχωμεν? εἰς τὰ ἔργα σίδηρον ἀγοράσαι. εὐτύχει.

    p.petr.2.4_5

    Κλέαρχος Κλέωνι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Πετεχώνσιος τοῦ ὑπαρχιτέκτονος ἐπιστολῆς τὰ ἀντίγραφα. πρὸς Διος οὖν καὶ [---] [---]σμου διὰ τὴν ὑμετέραν ἁψιμαχίαν ἐγὼ ἐν ἐγκλήμασιν γ[---] ἔρρωσο. ἔτους [---] [--------------------]
    [--------------------]
    [---]πρ[---]ο παρὰ σοὶ ἔργα ἀποδ[---]ε[---]σφι[---] [---] ἀπὸ δὲ Φιλαδελφείας ἕως Πατσώνθιος πᾶσιν εγ[---] [---] ἡμέραν. καλῶς ἂν οὖν ποιήσαις ποιῶν τὰ προσο[---] [---] τῶν ἔργων ἐφʼ ὧν ἡμᾶς καταλείπει Ἀπολλώνιος ὁ διοικητὴς ο ο[---] [---]λου ὑπαρχιτέκτονος ἀκούηις καὶ πάθηι τι τῶν ἔργων τ[---] [---] τὸν ἐγκέφαλόν σου ἥξει. [--------------------]

    p.petr.2.4_6

    [--------------------]
    ἐργάζομαι ἐν Τάνει τὰ λίθινα ἔργα [....][---] μήπω σε εἰληφέναι ἀργύριον. εἰ οὖν σοι δοκεῖ γράψαι ἡμῖν δοῦναι τὸ ἀργύριον ὅπως ἂν δοθῆι τοῖς θ λατόμοις καὶ τὸν σίδηρον δὲ ὅπως ἂν δοθῆι αὐτοῖς. ἀναγήγοχα δʼ αὐτοὺς πρὸς σὲ ὅπως ἂν εἰκονογράφωσιν. εὐτύχει.

    p.petr.2.4_7

    Δημήτριος Κλέωνι χαίρειν. κη καταβάντος μου ἐπὶ τὰ ἔργα καὶ ἐπιλαβομένου λατομίδος οὔσης Ψενχώνσιος παρῳνήθην ὑπὸ Πρωτάρχου καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐναντίον πάντων τῶν δεκατάρχων καὶ τῶν ἀρχόντων καὶ οὐκ ἀντεῖπα αὐτῶι διὰ τὰ ἔργα τὰ ἐνεστηκότα ἵνα μὴ πάντα συνταράσσηι. καταβὰς δὲ ὁ ἀδελφὸς ουπρυς τρος ὧι ὄνομα Ἡφαιστίων ἐξ Ἀρσινοείδος διʼ ἡμέρων ε συνηντησεν ὑποζυγίωι ἄρτων βουλομένου ἐμοῦ ἐπιδιελεῖν ἑκάστωι ἄρτους ξ διὰ τὸ μὴ εἶναι ἄρτους ἐν τῆι κοίτηι καὶ λατομίδα διακέκοφεν ὥστε ἐμφήνας ἐξεβιάσατό με καὶ τὰς χεῖρας προσήνεγκεν ἕως Πεμψᾶς καὶ οἱ πρεσβύτεροι οἱ παρεστηκότες διέλυσαν. εἰ οὖν περὶ τούτων ἐπιστροφὴν μὴ ποιήσει οἵ τε λοιποὶ τὰς χεῖρας προσοίσουσιν. δεῖνον γάρ ἐστιν ἐν ὄχλωι ἀτιμάζεσθαι. ἐὰν γὰρ εἰδῶσιν ὅτι οὗτοι καταπεφρονήκασιν, οὐθὲν τῶν ἔργων συντελεσθήσεται . ἔρρωσο. ἔτους λ Χιαχο α

    p.petr.2.4_8

    Κλέωνι χαίρειν Δημήτριος. καὶ πρότερον μέν σοι γέγραφα περὶ τῆς ἀπαγωγῆς περὶ ἧς νυνὶ ἀπῆγμαι. οἶδας καὶ σὺ ὅτι καὶ ἐπεὶ τῶν ἔργων τεθλιμμένοι ἤμεθα καὶ νῦν παντελῶς τέθλιμμαι ἀπηγμένος εἰς τὸ δεσμωτήριον. ὑπολαβὼν οὖν τῆι διανοίαι ὡς σαυτὸν παῖδα ἐξαγαγών με ἐκ τοῦ δεσμωτηρίου. οὐ γὰρ μὴ βλάβῃς οὐθέν · πολλῶν γάρ εἰμι ἐνδεὴς ἐν τῶι δεσμωτηρίωι. εὐτύχει

    p.petr.2.4_9

    |gap=11_lines| [---] ἔτους λ Θῶυθ β [---] λατόμοι ρμ

    p.petr.2.4_10

    Φιλόξενος καὶ οἱ λοιποὶ νεανίσκοι Κλέωνι χαίρειν. οἱ ρμ λατόμοι[............] οὐδενὶ τρόπωι ἐργάζονται διὰ τὸ μὴ ἔχειν τὰ δέοντα. τὸ γὰρ προδοθὲν αὐτοῖς δόμα ἀννήγγελλον ἡμῖν καταβεβρωκέναι σχολάζοντες οὐδενὸς παραδεικνύοντος ἔργα. δοκιμάζομεν οὖν καλῶς ἔχειν προέσθαι σε ἐκ τοῦ βασιλικοῦ εἰς ἕκαστὸν πυροῦ ἀρτάβην α, ὅπως τὰ ἔργα συντελέσωσιν καὶ μὴ παρὰ ταύτην τὴν αἰτίαν παρέλκωσιν τοῦ διοικητοῦ σπεύδοντος περὶ τῶν οἰκήσεων. παρὰ πάντας γὰρ τοὺς λατόμους ἔδει γίνεσθαι πρὸς τοῖς ἔργοις. ἔρρωσο.

    p.petr.2.4_11

    Κλέωνι χαίρειν οἱ λατόμοι οἱ ἐν Πάστωντι ἐργαζόμενοι. ____ παρελάβομεν παρὰ σοῦ τὰς πέτρας ἐν Τιτνούει καὶ λελατόμηται ἤδη. νυνὶ δὲ ἀργοῦμεν διὰ τὸ μὴ ἔχειν σώματα ὥστε ἀνακαθᾶραι τὴν ἄμμον τὴν ἐπάνω τῆς λοιπῆς πέτρας ἀπὸ μηνὸς Ἐφεὶπ ἕως Θῶυθ ι NA . τὰς δὲ ἡμέρας ἃς εἰργασμένοι εἰσὶν δέκα τῆι διμήνωι ἐπέσται. οἶδας δὲ διότι ὁ τόπος ἔρημος ἐστιν καὶ οὐκ ἔχομεν σῖτον. βουλόμεθα οὖν συντελέσαι τὰ ἔργα ἵνα τὴν ταχίστην ἀπέλθωμεν ἀπόστειλον δὲ λειτουργοὺς ἡμῖν ἐν τάχει ἵνα μὴ ἐνκαταλίπωμεν καὶ ἡμεῖς. εὐτύχει. ἔτους λ Θῶυθ θ

    p.petr.2.4_12

    Κλέωνι. ἔτους λ Θῶυθ θ παρὰ τῶν λατόμων ἔντευξις

    p.petr.2.4_15

    Ἀλέξανδρος Κλέωνι χαίρειν. τῆς ἐξαγωγοῦ τῆς φερούσης ἐκ Τεβέτνου καὶ Σαμαρείας εἰς Κερκεῆσιν ἣν ἐσκάψαμεν πέρυσι ἐγκατάλειμμα γέγονεν. καλῶς οὖν ποιήσεις συντάξας ὑπολογῆσαι εἰς τὰ ἁλικὰ τοῖς ἐκ Κερκεήσιος λαοῖς δραχμὰς σ ὧν ἀωίλια μετρήσουσιν εἰς ξ τῶν δ δραχμῶν ἵνα συντελεσθῆι καὶ ἡ γῆ μὴ κατάβροχος γίνηται. ἀπόστειλον δʼ ἡμῖν καὶ ξύλα τὰ λοιπὰ τῶν σ ὅτι εὐμηκέστατα καὶ παχύτατα ἵνʼ ἔχωμεν εἰς διατόναια ταῖς γεφύραις. τούτοις γὰρ κατακωλυόμεθα. ὡσαύτως δὲ καὶ σχοινία ρ ἐὰν δὲ ὑπάρχηι πλέω σ. ἔρρωσο. ἔτους λα Παῦνι ιϛ

    p.petr.2.4_16

    ἔτους λα, Παῦνι ιϛ παρʼ Ἀλεξάνδρου Κλέωνι

    p.petr.2.4_17

    εἰς τὸ αὐτὸ ἀωίλια Βωπδ εἰς ξ τῶν δ δραχμῶν ρϙβ

    p.petr.2.4_18

    Θαμῶυς Κλέωνι χαίρειν. ἐξέλαβον τὸ ἔργον τὸ ενολνι ς μοι καὶ λαβόντος τὸ σύμβολον παρὰ σοῦ συνγραψάντων ἡμῶν τὴν συνγραφὴν ἐδώκαμεν τὸ σύμβολον Πάσιτι [---] τιος οὖν ἐὰν τιμ[---] ἀντιγραφομ?ένοις κωλῦσαι ἡμῖν δὲ [...] γίνωσκε [..] κατακλυζόμενον τὸ χῶμα γεγράφαμέν σοι ἵνα μὴ αἰτιάσηι ἡμᾶς

    p.petr.2.4_19

    [---] χαίρειν. ἔγραψά σοι τῆς πρὸς Τιμόξενον ἐπιστολῆς τὰ ἀντίγραφα [---]ει γένεσθαι ἐν τῆι διώρυγι τῆι ἀπὸ Ψεοννώφρεως ἀγούσηι ἐπὶ [---]υν καὶ τὸν Ἰβιῶνα ὅπως καὶ σὺ ἐνταθῆις τῶι Τιμοξένωι χορηγεῖν [---]παρʼ αὐτοῦ χ[..]ωτην οἱ γὰρ καιροὶ παλαιοὶ [---]ους αὐτὰ συν [---]ιο ουμηγ[---] ωιν[.]ν [---]συν σχολάζουσιν καὶ ὕδατα ἐν τοῖς τόποις ἐστίν. εἰ μὲν οὖν [---] ἐντυχεῖν περὶ τούτων, εἰ δὲ μὴ ἔτι καὶ νῦν καλῶς ποιήσεις [---] ἐπεὶ ἡμῶν γραφόντων οὐχ ὑπακούει. ἔρρωσο. ἔτους λα Τῦβι ζ

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- with highlights of Places (omit)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left