TM 5118
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.freib.3.29
βασιλευόντων Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ Πτολεμαίου τοῦ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς ἔτους τρίτου, ἐφʼ ἱερέως Φίλωνος τοῦ Κάστορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ βασιλέως Πτολεμαίου Φιλομήτορος, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σιμαρίστης τῆς Εὐφράνορος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἑλένης τῆς Φιλοξένου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Περιτίου [..............], Μεσορὴ [..............], ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ · ὁμολογοῦσιν Ἄδραστος Μυήσιος τῶν Γαλέστου [......] άρουρος καὶ Ἰσιδώρα τοῦ δεῖνος [---] [---] μετὰ κυρίου τοῦ αὑτῆς ἀδελφοῦ Απ[.....] τοῦ δεῖνος, [---], [.....] κονταρούρου συνεληλυεθέναι ἀλλήλοις πρὸς γάμον? Ἄδραστος δὲ ἔχειν φερνὴν παρʼ αὐτῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς τάλαντ [---]. τὴν δὲ φερνὴν ἀπογραψάσθωσαν διὰ τοῦ ἀγορανόμ?ου εἰς τὸ δημόσιον ἐν Κροκοδίλων πόλει. θέσθω δὲ καὶ τὴν περὶ γάμου συγγραφήν, ἀφʼ ἧς ἂν ἡμέρας αὐτῶι προείπηι Ἰσιδώρα, ἐν ἡμέραις χρηματιζούσαις τριάκοντα ἐγγράφοντές τε τὴν φερνὴν καὶ τὰ ἄλλα τὰ ἐν ἔθει ἐπὶ τῶν πραγματευομένων τὰς γαμικὰς συγγραφάς, ὡς ἂν ἐπὶ τοῦ καιροῦ κοινῶς κρίνωσιν καὶ ὁμολογοῦντες κατὰ τὴν συγγραφὴν Ἄδραστον πλήρη ἔχειν τὴν προγεγραμμένην φερνήν. συνφερομένων δʼ αὐτῶν εἴη μὲν ὑγίεια. ἐὰν δέ τις αὐτῶν ἀνθρώπινόν τι πάθηι καὶ τελευτήσηι τέκνων ἐξ ἀλλήλων αὐτοῖς ὄντων, τὰ καταλειπόμενα ὑπάρχοντα ἔστω τοῦ ζῶντος αὐτῶν καὶ τῶν τέκνων τῶν ἐξ ἀλλήλων αὐτοῖς ἐσομένων. μὴ ὄντων δὲ αὐτοῖς τέκνων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτων ἀπογενομένων πρὶν ἢ εἰς ἡλικίαν γενέσθαι, ἢ μετὰ τὴν ὁποτερουοῦν τελευτήν, ἐὰν μὲν Ἰσιδώρα προτέρα τι πάθηι δεῖ αὐτὸν τοῖς ἔγγιστα γένει οὖσιν αὐτῆς Ἰσιδώρας τὴν φερνὴν ἀποδιδόναι πλήρη, ἀφʼ ἧς ἂν ἡμέρας ἀπαιτηθῆι, ἐν ἡμέραις τριάκοντα, ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον. ἐὰν δὲ Ἄδραστος πρότερος ἀνθρώπινόν τι πάθηι καὶ τελευτήσηι, τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτων ἀπογενομένων, Ἰσιδώρα πλήρη τὴν φερνὴν [---] [---] ἐκ τῶν ὑπαρχόντων αὐτῶν πάντων καθ [---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)