Unregistered user (18.222.116.55). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 70352 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/70352

also known as Avroman Parchment I

previously also TM 835451 (double)

Metadata

Date: BC 88 Oct 20 - Nov 18

Provenance: Kopanis (Avroman) - Iran (MediaThe region ca. 3rd cent. BC - outside the Imperium RomanumThe Roman provincia or regio ca. 2nd cent. AD) [found & written]

Language/script: Greek

Material: parchment

Content (beta!): contract Kaufvertrag über eine Weinbergsparzelle aus dem Partherreich: Einheitlicher Kauf Vertrag, Kauf, Land (Wein)

Recto/Verso: Ro

Reuse type: blank side reused by: TM 97889

Note: found together with JHS 35 (1915), p. 22-65 no. 2 (TM 97890)

More info: AttalusAttalus => 1360 links in TM, BLBritish Library Digitized Manuscripts => 1417 links in TM, DDbDP (PN)Duke Databank of Documentary Papyri => 114817 links in TM, HGVHeidelberger Gesamtverzeichnis der griechischen Urkunden aus Ägypten => 58606 links in TM, PHISearchable Greek Inscriptions (Packard Humanities Institute) => 223424 links in TM, WikipediaWikipedia => 949 links in TM

Information mentioned in this text

    TM 70352

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    jur.pap.36_1

    βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφανοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένης Αὐτομὰ τῆς ἐκ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτοῦ καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ´ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισήμου δραχμὰς τριάκοντα τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ Κωπάνει τῆς ἐπονομαζομένης Δαδβακανρὰς τὸ ἴδιον μέρος τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν. ἔστω τὸ ἓν μέρος Βαράκει καὶ τὸ ἓν μέρος Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ ἔγγονα αὐτοῦ, τελοῦντες κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους. καὶ μὴ ἐξέστω τῷ Βαράκει μηδὲ τῷ ἀδελφῷ αὐτοῦ μηδὲ τοῖς ἐγγόνοις αὐτῶν μηδὲ ἄλλῷ μηθενὶ ὑπὲρ αὐτῶν ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνήτου ἀμπέλου, μήτε αὐτὸν μηδὲ τὰ ἔγγονα αὐτοῦ. ὃς ἂν δὲ ἐγβάλῃ ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξάξῇ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔσται ἄκυρος καὶ προσαποτείσει ἣν ἔλαβεν τιμὴν διπλῆν καὶ ἄλλας ἐπιτίμου δραχμὰς σ´ καὶ τῷ βασιλεῖ τὰς ἴσας. ἐὰν δὲ καὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιήσῃ αὐτὴν ἀνέπαφον, ἀποτειννυέτω τὸ αὐτὸ ἐπίτιμον. καὶ τὸ ὕδωρ παρὰ ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ τῆς ἐπαγωγῆς νυκτὸς τὸ ἥμισυ. μάρτυρες Χοσστρόης Ὀρκαδάτου, Ἀπάκης Ὑστοβώγου, Μειριδάτης Ὀχοβάγου. καὶ κρεῶν λε´, ελος α´, ἄρτων καθαρῶν ν´, βοῦς η´, οἴνου κοτύλας β´ καὶ ἐνβάθρου δραχμὴν α´.

    jur.pap.36_2

    βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου [---] Ἐπιφανοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένης Αὐτομὰ τῆς ἐκ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ´ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου υἱοῦ ἀργυρίου ἐπισήμου δραχμὰς τεσσαράκοντα τιμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ Κωπάνει τῆς ἐπονομαζομένης Γανζακὴν τὸ ἴδιον μέρος τὸ ἐπιβάλλον αὐτῷ τὸ ἴδιον μετὰ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὸν πᾶσιν, τὸ ἥμισυ Βαράκει καὶ τὸ ἥμισυ Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης ἕξει εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ ἔγγονα αὐτοῦ εἰς τὸν ἅπαντα χρόνον, τελοῦντες κατ’ ἐνιαυτὸν τῶν γινομένων ἐν τῇ συνγραφῇ πάντα ἀπὸ πλήρους κοινῇ ?, καὶ μὴ ἐξέστω τῷ Βαράκει μηδὲ τοῖς ἐγγόνοις αὐτοῦ, μηδὲ τῷ ἀδελφῷ μηδὲ τῷ μεταλαμβάνοντι τὴν ἄμπελον παρ’ αὐτῶν ἐγβαλεῖν μηδὲ τὸν Γαθάκην, μηδὲ τὰ ἔγγονα αὐτοῦ. ὃς ἂν δὲ ἐγβάλῃ ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξάξῃ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔσται ἄκυρος καὶ προσαποτείσει ἣν ἔλαβεν τειμὴν διπλῆν καὶ ἄλλας ἐπιτίμου δραχμὰς σ´ καὶ τῷ βασιλεῖ τὰς ἴσας. ὁμοίως δὲ καὶ ἐὰν ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιήσῃ αὐτὴν ἀνέπαφον, ἀποτείσει τὸ αὐτὸ ἐπίτιμον. ἕξει δὲ καὶ τὸ ὕδωρ τὸ ἐπιβάλλον αὐτῷ μέρος μετὰ τῶν συνκλήρων. ἔγγυον δὲ καὶ συνέγδοτον κατέστησεν Βαράκης καὶ Σωβήνης Χοσστρόην καὶ Ἀπάκην. μάρτυρες Δηνόβαζος Ορο[.....], Μειριδατης Ὀχοβάγου, Φραάτης Συκυνήματος, Μαρζυ[...] ρης. δώσει δὲ καὶ ὁ Γαθάκης τῷ Βαράκει ἐνβάθρου δραχμὴν α´, κρεῶν εκ ἄρτων καθαρῶν ν´, οἴνου κοτύλας β´ κ[...]κε, βους η´ δώσει δὲ καὶ Βαράκης Γαθάκει ἀπὸ ληνοῦ τὸ κα ρύμα καὶ απόρρυμα καὶ ινδα κ[..]νζην καὶ στέμφυλα ἀγέμιστα.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

    We currently do not have any people attestations for this text.

Select a person from the left

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left